Ancient Greek
Chapter 8, Verse 34
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.34.2
Not analysed yet
Θεοδωρήτου. Τί τούτων μεῖζον ζητεῖς; ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ δεσπότης Χριστός· καὶ ἀναστὰς, τῷ Πατρὶ συνεδρεύει. καὶ οὐδὲ οὕτως τῆς περὶ ἡμῶν ἐπαύσατο προμηθείας. ἀλλ’ ἣν ἐξ ἡμῶν ἀνέλαβε δεικνὺς ἀπαρχὴν, καὶ τὸ ταύτης ἄμωμον ἐπιδεικνὺς τῷ Πατρὶ, δι’ ἐκείνης ἡμῖν τὴν σωτηρίαν αἰτεῖ. καὶ τοῦτο μέντοι κατὰ τὸ ἀνθρώπινον τέθεικεν. ὡς γὰρ Θεὸς οὐκ αἰτεῖ, ἀλλὰ Χορηγεῖ. γεῖ. εἰ δὲ καὶ κατὰ τὴν θεότητα φήσαιεν οἱ αἱρετικοὶ τοῦτο ποιεῖν τὸν Υἱὸν, οὐδὲ οὕτως αὐτοῦ τὴν δόξαν ἐλάττονα δείξουσι. δῶμεν γὰρ δύο βασιλεῖς ἰσοτίμους εἶναι, τὴν αὐτὴν ἔχοντας ἐξουσίαν. ὕπαρχον δέ τινα ἣ στρατηγὸν ἀμφοτέροις προσκεκρουκέναι. καὶ τούτων ’τον ἕτερον πρότερον του προσκεκρουκότος τὰς ἱκετείας δεξάμενον, αἰτεῖν παρὰ τοῦ κοινωνοῦ τῆς βασιλείας τὰς πρὸς τοῦτον καταλλαγάς· ἄρα τοῦτο σμικρύνει τὴν τοῦ αἰτοῦντος ἀξίαν; οὐδαμοῦ· ἀλλ’ ἐνταῦθα οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. τὰ γὰρ δοκοῦντα τῷ Υἱῷ, καὶ τῷ Πατρὶ συνδοκεῖ. ἐσχημάτισται δὲ οὕτως τῷ Ἀποστόλῳ ὁ λόγος, ἵνα δείξῃ τὴν τῆς κηδεμονίας ὑπερβολήν.