Ancient Greek
Chapter 8, Verse 35
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.35.2
Not analysed yet
Θεοδωρήτου. Ἢ τὸ, “διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” ἀντὶ τοῦ, περιγινόμεθα τῶν δεινῶν, τὴν περὶ ἡμᾶς ἀγάπην τοῦ Θεοῦ τῶν ὅλων, τούτοις ἅπασιν ἀντιτάττοντες. λογιζόμεθα γὰρ ὅτι τῶν ἀτοπωτάτων ἐστὶ, τὸν μὲν δεσπότην Χριστὸν, τὸν ὑπὲρ ἁμαρτωλῶν καταδέξασθαι θάνατον· ἡμᾶς δὲ τὴν ὑπὲρ αὐτοῦ σφαγὴν, μὴ λίαν ἀσπαστῶς ὑπομένειν. κατάλληλος δὲ ἡ μαρτυρία, τὸ “ἕνεκεν “σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.” ἐκ προσώπου γὰρ ἀνδρῶν εἴρηται τῶν ἐσχηκότων τὸν αὐτὸν σκοπόν. τὸ γὰρ Πανάγιον Πνεῦμα, διὰ τοῦ θεσπεσίου Δαβὶδ περὶ τῶν θαυμασίων Μακκαβαίων γέγραφε τὸν ψαλμόν.