Ancient Greek
Chapter 8, Verse 35
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.35.3
Not analysed yet
Γενναδίου. Καὶ τὸ “ὑπερνικῶμεν” δὲ οὕτως ἀπέδωκέ τις. ἐπειδὴ, φησὶ, τὰ τῷ προφήτῃ Δαβὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως εἰρημένα προήνεγκεν, ἐπήγαγεν, “ἀλλ’ “ἐν τούτοις ἅπασιν ὑπερνικῶμεν.” τί γὰρ θαυμαστὸν ωργασό- μέθᾳ τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν Θεόν. οἷς οὐκ ἴσην, ἀλλὰ καὶ μείζονα κεκομίσμεθα χάριν. καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξη κατὰ ἀλαζονείαν ἐφθέγχθαι, ἐπήγαγε, “διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” ἔχομεν λέγων, τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.