Ancient Greek
8.38.2 to 8.38.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.38.2-4
Not analysed yet
Θεοδώρου μονάκου. Ἢ ἐνεστῶτα καὶ μέλλοντα, τὰ παρόντα φησὶν, καὶ τὰ προσδοκώμενα φοβερά. καὶ ὕψωμα μὲν, τὰ ἄγαν ἐπίδοξα· βάθος δὲ, τὰ ἄγαν ἄδοξα. Θεοδωρήτου. Ἢ ἐνεστῶτα μὲν καὶ μέλλοντα, τὰ παρόντα καὶ τὰ προσδοκώμενα ἀγαθά. βάθος δὲ, τὴν γέενναν. ὕψωμα, τὴν βασιλείαν· καὶ ζωὴν, τὴν αἰώνιον· καὶ θάνατον, τὸν αἰώνιον. Κλήμεντοσ. Ἢ ζωὴν, τὴν κατὰ τὸν παρόντα βιόν· καὶ θάνατον, τὸν κατ’ ἐπιφορὰν τῶν διωκόντων· Ἀγγέλους τε καὶ ἀρχὰς καὶ δυνάμεις, τὰ ἀποστολικὰ πνεύματα.