Ancient Greek
Chapter 8, Verse 38
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.38.5
Not analysed yet
Θεοδωρήτου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· οὐκ ἃν εἱλόμην τὴν βασιλείαν τῶν οὐρανῶν ἔχειν, καὶ τὰ ὁρώμενα πάντα καὶ τὰ νοούμενα, καὶ ἄλλα δὶς τοσαῦτα καὶ τρὶς, δίχα τῆς περὶ τὸν Θεὸν ἀγάπης. εἰ δέ τις μοι προὔτεινε τάτε παρόντα σκυθρωπὰ καὶ τὰ μέλλοντα, τὸν πρόσκαιρον θάνατον καὶ τὸν αἰώνιον, καὶ τὴν ἐν γεέννῃ μακροτάτην κόλασιν, μετὰ τῆς περὶ αὐτὸν ἀγάπης, ἀσπασίως ἃν ταῦτα καὶ προθύμως εἱλόμην· ἣ ἐκεῖνα τὰ λαμπρὰ καὶ μεγάλα καὶ ὑπὲρ λόγον, τῆς ἀγάπης ἐστερημένος.