Ancient Greek
Chapter 8, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.5.1
Not analysed yet
Κυρίλλου. τοῦ περὶ τῆς δικαιοσύνης ἁψάμενος λόγου, τὴν περὶ ταύτης εἰσφέρει παραίνεσιν. καὶ εἰρηκὼς “τοῖς μὴ κατὰ “σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα,” ἐπήγαγεν, “οἱ γὰρ “κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα, “τὰ τοῦ πνεύματος.” οὕτως καὶ ἀλλαχοῦ. “εἰ πνεύματι ζῶμεν, πνεῦμα δὲ ἐνταῦθα τὴν χάριν λέγει τοῦ Πνεύματος. καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα φρονεῖ καὶ ποιεῖ. ὁ δὲ τῇ σαρκὶ δουλεύων, τοῖς τοῦ σώματος δηλονότι πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. οὐκ εἶπε δὲ ἡ γὰρ σὰρξ, θάνατος, ἀλλὰ “τὸ φρόνημα τῆς σαρκός.” τουτέστι, τὰ τῶν παθημάτων σκιρτήματα. τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. ὁ δὲ πνευματικῶς, φησι, ζῶν, τῆς πρὸς Θεὸν μεταλαγχάνει. μεταλαγχάνει. ἐκπεπολέμωται δὲ πρὸς Θεὸν τὸ φρόνημα τῆς σαρκός. τουτέστιν, ἡ τῶν παθῶν δυναστεία. οὐδὲ γὰρ οἷόν τε τὸν τὴν παθῶν δυναστείαν καταδεξάμενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενον.