Ancient Greek
Chapter 8, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.5.2
Not analysed yet
Κυρίλλου. Θάνατον μὲν οὖν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην. θανάτου μὲν γὰρ ἀληθῶς, ἡ φιλοσαρκία πρόξενος. ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς. εἰ γὰρ “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν,” ὡς οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις· οὐ δὲ γὰρ δύναται. πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή ; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς, κατὰ τὸ δύνατον τῇ ἀνθρώπου φύσει, πρὸς Θεὸν εἰρηνεύει.