Ancient Greek
Chapter 8, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.8.1
Not analysed yet
Κυρίλλου. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας, τῆς γεώδους ἡδονῆς, ἐν σαρκὶ τίς ἐστιν ὡς τὰ τῆς σαρκὸς φρονῶν. καὶ ὁ τοιοῦτος, οὐκ ἃν ἀρέσῃ Θεῷ. καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος, οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. καὶ εὐκόλως ποίει τὰ αρεστὰ τῶ Θεῶ.