Ancient Greek
Chapter 8, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.8.2
Not analysed yet
Χρυσοστόμου. Τί οὖν ; κατακόψομαι τὸ σῶμα, ἵνα ἀρέσωμεν τῷ Θεῷ; καὶ ἐξέλθωμεν τῆς σαρκός’, καὶ ἀνδροφόνους ἡμᾶς εἰναι κελεύεις ἐπ’ ἀρετὴν ἄγων ; ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς λεγόμενα ἐκδεξώμεθα ; σάρκα γὰρ ἐνταῦθα, οὐ τὴν οὐσίαν φησὶ τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον, καὶ κοσμικὸν καὶ τρυφῆς καὶ ἀσωτείας γέμοντα. ’τον, ὀλὸν σάρκα ποιοῦντα του ἄνθρωπον. ὡσπερ γὰρ οἱ τῳ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται· οὕτως οἱ γαστρὶ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν. οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. καὶ οὗτος τῆς λέξεως ὁ τρόπος. καὶ ἐν τῇ παλαιᾷ πολλάκις κεῖται σάρκα σημαίνων τὸν παχὺν καὶ γεώδη βίον, καὶ ἡδοναῖς ἐμπεπληγμένον ἀτόποις. καὶ γὰρ τῷ Νῶς φησὶ, “οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώ- “ποις τούτοις διὰ τὸ εἶναι αὐτοῖς σάρκας.” καὶ τοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περίκειται z. ἀλλὰ οὐκ ἦν τοῦτο ἔγκλημα, τὸ περικεῖσθαι σάρκα. τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ τὸν σαρκικὸν ἀνηρῆσθαι βίον.