Ancient Greek
Chapter 8, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.8.4
Not analysed yet
Γενναδίου. Ὑμεῖς οὖν, φησι, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε· ἀντὶ τῶν σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, “εἴπερ Πνεῦ- “μὰ Θεοῦ,” φησι, “οἰκεῖ ἐν ὑμῖν.” πότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι, καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπήλαυον· τοῦ Πνεύματος αὐτοῖς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν πρὸς τὴν πνευματικὴν, φησὶ, μετέστητε ζωὴν, ἡ τοῦ πνεύματος ἐγκατοικοῦσα χάρις ἀποχρώντως δηλοῖ.