Ancient Greek
Chapter 8, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.8.3.1
Not analysed yet
Ἰσιδωρου. Τὸ γὰρ τῆς σαρκὸς ὄνομα δίχως πάρα τῇ θειᾳ εἴρηται γραφῇ. ποτὲ μὲν κατὰ τὴν φύσιν αὐτήν· ποτὲ δὲ κατὰ τὸ φρόνημα καὶ τὴν φθοράν. καὶ τῆς μὲν, ἀπόδειξις, τὸ πνεῦμα “σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.” τῆς δὲ, “τὸ, σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.” καὶ “οἱ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.” ὁ τοίνυν τὴν φθορὰν καὶ τὴν σάρκα παιδαγωγῆσαι βουλόμενος, μαραίνει τὰ τῆς σαρκὸς ὑπεκκαύματα, καὶ ἀρέσκει Θεῷ ἔτι σαρκὶ συνεχόμενος· καὶ κληρονομεῖ τὴν αὐτοῦ βασιλείαν μετὰ σώματος ὡς ἀσώματος. Χρυσοστόμου Καὶ ἐν τῷ ἐπαγαγεῖν δὲ. “ὑμεῖς δὲ οὐκ ἐστὲ “ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι,” οὐχ ἁπλῶς σάρκα φησὶ, ἀλλὰ τὴν τοιαύτην σάρκα τὴν συρομένην ὑπὸ τῶν παθῶν a. καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς, ὅτι οὐδ’ ἐν σώματι ἐστὶν ὁ ὀρθῶς βιῶν. ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ μὴ εἶναι τὸν πνευματικὸν παντὶ που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν· ὅτι οὐ μόνον οὐκ ἐν ἁμαρτίᾳ, ἀλλ’ οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος· Ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον, καὶ τὸν κόσμιον οὕτω διαβαλῇ· ἐπειδὴ καὶ ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· “ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου.” καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν φήσειε τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ὄντας ψυχικοὺς ἐκάλεσεν. ἀλλ’ οὐ ταῖς λέξεσιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος πανταχοῦ δεῖ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. τὰ μὲν γάρ ἐστιν, ἀγαθά· τὰ δὲ, κακά· τὰ δὲ, μέσα. οἷον, ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστί· καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη. τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεί. καὶ οὐδέ ποτε ἕτερόν τι γινόμενον. πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· “τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο- “τάσσεται.’ ἃν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος. ἃν τῷ χείρονι, πάλιν τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνός· οὐ παρὰ τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς ψυχῆς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι. Ὄτι δὲ οὐ σαρκὸς διαβολὴ τὰ εἰρημένα, πάλιν αὐτὴν μεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωμεν ἀκριβέστερον. “ὑμεῖς δὲ οὐκ “ἐστὲ ἐν σαρκὶ,” φησὶ, “ἀλλ’ ἐν πνεύματι.” τί οὖν; οὐκ ἦσαν ἐν σαρκί· ἀλλ’ ἀσώματοι περιῄεσαν; καὶ πῶς ἃν ἔχοι τοῦτο λόγον; ὁρᾷς ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο ; καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὑμεῖς οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; ἵνα μάθῃς ὅτι οὐχὶ τῆς ἁμαρτίας μόνον τὴν τυραννίδα ἔσβεσεν ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν· οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τὸ πτερῶσαι μᾶλλον αὐτήν. καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ, ἐν τῇ οἰκείᾳ μένων φύσει, οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων, καὶ ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν· ὅλη πνευματικὴ γινομένη. b τὸ δὲ, “εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν,” ἀντὶ τοῦ, ἐπείπερ τέθεικε. πολλαχοῦ δὲ τοῦτο οὕτω τίθησιν. οὐκ ἀμφιβάλλων, ἀλλὰ καὶ σφόδρα πιστεύων. ὡς ὅταν λέγῃ, “εἴπερ “δικαιοι c, παρὰ τῷ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλί- “ψεις.” καὶ πάλιν, “τοσαῦτα ἐπάθετε εἰκῇ. εἴ γε καὶ εἰκῆ.”