Ancient Greek
Chapter 9, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.1.1
Not analysed yet
Χρυσοστόμου. Μεγάλα δὲ μέλλων εἰπεῖν, ὡς καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν, πρότερον διαβεβαιοῦται περὶ ὧν μέλλει λέγειν. ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσι τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον· καὶ ὑπὲρ οὗ σφόδρα εἰσὶν ἑαυτοῖς πεπιστευκότες. καὶ γὰρ “ἀλήθειαν λέγω,” φησὶν, “καὶ οὐ ψεύδομαι. “καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, “καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ηὐχόμην γὰρ αὐτὸς ἐγὼ “ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ.” τι λέγεις, ὦ Παῦλε; ἀπὸ τοῦ Χριστοῦ; τοῦ ποθουμένου; οὗ μήτε γεέννα, μήτε βασιλεία σε ἐχώριζε; μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα· μήτε ἄλλα τοσαῦτα; ἀπὸ τοῦ νῦν εὔχῃ ἀνάθεμα εἶναι; τί γέγονε; μὴ κατέλυσας τὸν πόθον ἐκεῖνον; οὔχι φησι. ἀλλὰ καὶ ἐπέτεινα μᾶλλον αὐτόν. πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, μεθ’ ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ φησι. πῶς; εἰπέ μοι. καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. μᾶλλον δὲ εἰ δοκεῖ, πρῶτον μάθωμεν, τί ἐστιν ἀνάθεμα. ἄκουσον αὐτοῦ λέγοντος, “εἴ τις οὐ “φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀνάθεμα ἔστω.” τουτέστι, κεχωρίσθω πάντων. ἀλλότριος ἔστω πάντων. καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ· οὐδεὶς ἃν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι, οὕτω καὶ τὸν χωριζόμενον τῆς ἐκκλησίας πάντων ἀποτεμὼν, καὶ ὡς πορρωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ. μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν αὐτοῦ κελεύων χωρίζεσθαι καὶ ἀποπηδᾶν. τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκεν, οὐδεὶς ἐτόλμα ἐγγίσαι. τοῦ δὲ ἀποτμηθέντος ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες. ὥστε ὁ μὲν χωρισμὸς, εἷς· καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωτο· ὁ δὲ τρόπος τοῦ χωρισμοῦ, οὐχ εἷς· ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνῳ. τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, “ηὐχόμην “ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.” καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἠβουλόμην, ἀλλ’ ἐπιτείνων αὐτό φησιν· “ηὐχόμην.” εἰ δὲ θορυβεῖ σε, ἅτε ἀσθενέστερον ὄντα τὰ λεγόμενα· μὴ τὸ πρᾶγμα λογιζόμενον s, ὅτι χωρισθῆναι ἠβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν δι’ ἣν ἐβούλετο. καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης. t Τίς οὑν ἡ αἰτία; αὐτὸς ὁ ποθούμενος Ἰησοῦς. καὶ μὴν αὐτόν φησιν, ηὐχόμην γὰρ ἀπ’ αὐτοῦ, φησι, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου. καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης. οὐ γὰρ βούλεται ὡς μέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. διὸ εἶπε “συγγενῶν,” ἵνα κρύψῃ τὸ πλεονέκτημα. ἐπεὶ ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς, “ὧν ἡ “υἱοθεσία καὶ ἡ δόξα· καὶ ἡ διαθήκη,” καὶ τὰ ἑξῆς. καὶ τί τοῦτο φησίν; εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι. εἰ δὲ ὑπὲρ Ἰουδαίων ηὔχετο μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενον, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. καὶ μὴν εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἃν ὁμοίως τοῦτο ἐφάνη. ἐπειδὴ ὑπὲρ Ἰουδαίων δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν, τοῦτο σπουδάζων. οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν ἅπερ εἴρηκεν· ἀλλ’ ἐπειδὴ πάντες ἔλεγον, καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, καὶ προπάτορες αὐτοῦ γινόμενοι τοῦ Χριστοῦ, τοῦτο γάρ ἐστιν “ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα,” ἐκβέβληνται καὶ ἠτίμωνται· ἀντεισήχθησαν δὲ ἀντ’ ἐκείνων, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες, οἱ ἐξ ἐθνῶν. Επεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν. ταῦτα ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἰ γε δυνατὸν ἦν, ὥστε σωθῆναι ἐκείνους, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι· καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους ἐκείνων· οἷς τὰς δωρεὰς ἐπηγγείλατο. καὶ ἵνα μάθῃς ὅτι ὑπὲρ τούτου κοπτόμενος, ταῦτα ηὔχετο, μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ·” δεικνὺς ὅτι ταῦτα πάντα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ηὔχετο. τουτέστι τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἁβραὰμ γεγενημένην. ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. διὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησὶν, οὐδὲν γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτῷ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι’ ἐκείνους. διὰ τοῦτο ἔλεγεν· “ὧν ἡ υἱοθε- “σία,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ φησὶ, καὶ αἱ συνθῆκαι πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πάτερες οἱ δεξάμενοι τὰς ἐπαγγελίας, ἐξ ἐκείνων πάντες. ἀλλ’ ὅμως, τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν· διὰ τοῦτο φησὶ, εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι με οὐχὶ τῆς ἀγάπης αὐτοῦ, μὴ γένοιτο· ἐπεὶ καὶ ταῦτα δι’ ἀγάπην ἐποίει· ἀλλὰ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἄν· ὥστε μὴ τὸν δεσπότην βλασφη- μεῖσθαι τὸν ἐμόν· t μεγίστην ἡγούμενος ἁπάντων εἶναι παραμυθίαν τοῦ πόνου, τὸ τὸν ποθούμενον, μηκέτι βλασφημούμενον ἀκούειν. Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον· ἐννόησον ὅτι καὶ πάτερες πολλοὶ πολλάκις εἵλοντο χωρισθῆναι τῶν ἰδίων παίδων, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν. τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες, τὴν εὐδοκίμησιν τὴν ἐκείνων. τινὲς δὲ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν τὸν Παῦλον ἐνόμισαν. οὓς τοσοῦτον εἴποιμι ἃν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τὸν πηρὸν τὴν ἀκτῖνα τὴν ἡλιακήν. ὁ γὰρ καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ εἰπὼν, “τίς ἡμᾶς χωρί- “σει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἣ στενοχωρία, “διωγμὸς, ἣ λιμός; “καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ’ ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ ἀρχαγγέλων· καὶ πάντα τὰ ἄνω παραδραμών· καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις. καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθείς· ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ’ ἐκεῖνα πάντα, θανάτου τοῦ τοῦ ἐμνημόνευσεν ἄν; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια· εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; ὁ γὰρ τοιοῦτος θάνατος, μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. ἄλλοι δέ τινες οὐ θάνατον φασὶν, ἠνίξατο, ἀλλὰ κειμήλιον καὶ ἀνάθημα εἶναι ηὔχετο εἶναι τοῦ Χριστοῦ. καὶ τίς τοῦτο, καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων, οὐκ ἃν ηὔξατο; πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γίνεσθαι;