Ancient Greek · ~3 min
Chapter 9, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.Comment verse
Not analysed yet
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη ἐν τῇ καρδίᾳ μου· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα· οἵ τινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν περὶ φιλοπτωκίας. Ἐξ ἀγάπης ὁ θεῖος Ἀπόστολος ἐτόλμησέ τι καὶ καθ’ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι.