Ancient Greek
Chapter 9, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.10.2
Not analysed yet
Κυρίλλου. Ἀλλὰ ταῦτα μὲν οὕτως. ἰστέον μέντοι, ὡς ἐν τῷ, “οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα,” συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπός. ἀπήρτηται δὲ μᾶλλον· καὶ δεῖται βραχείας τινὸς ἐπαγωγῆς, ἤγουν τῶν προσυπακουομένων· ἵνα μὴ σκάζων ὁρῷτο. ἔστι δὲ ὁ φημὶ τοιοῦτον. προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἀβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς ταῦτα αὐτῷ καταλογισθεῖεν ἃν καὶ εἰς σπέρμα. πρέποι δ ἃν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πί- στεως καὶ ἐπαγγελίας. ε7τα δέχεται τὴν Ῥεβέκκαν, καὶ τὰ ἐπ’ αὐτῇ γεγονότα, καὶ φησὶν, “οὐ μόνον δέ.” τουτέστιν, οὐ μέχρι δὲ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος. “ἀλλὰ γὰρ “καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. ’καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν· ἢ γοῦν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς καὶ ἐκλογὴν τὲ καὶ πρόγνωσιν κλήσεως τε καὶ χάριτος. ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἃν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι ὁ λόγος. ἀλλ’ οὐκ οἶδα πῶς τοῦτο παρεὶς, ἐπ’ αὐτὰ κεχώρηκεν εὐθὺς, τὰ ἐπὶ τῇ γεννήσει τῶν ἐξ Iσαὰκ εἰρη- μένα καὶ πεπραγμένα·