Ancient Greek
Chapter 9, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.10.3
Not analysed yet
Θεοδώρου Μονάχου. Περὶ δὲ τοῦ, “ἡ κατ’ ἐκλογὴν πρόθεσις,” ἰδίωμα γραφικὸν ἔφη τίς ἐκ τῆς Ἑβραίδος. ἤτοι τῆς κατ’ αὐτὴν ἑρμηνείας συμβάν. τὸ τινὰ μὲν ὕπερ καταλέγειν. τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι· πολλὴν δὲ καὶ τούτων τὴν χρῆσιν, οὐ μόνον ἐπὶ τῆς παλαιᾶς, ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς δια- θήκης. ὁ γὰρ Ἀπόστολος μνησθεὶς τοῦτε Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, οὕτω φησίν· “ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ· “ἀντὶ τοῦ, ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή. οὐ γὰρ κατὰ τὴν οἰκείαν πρόθεσιν ὁ Θεὸς, τὸν μὲν, ἐξελέξατο· τὸν δὲ, ἀπώσατο. ἀμφοτέ- ἀμφοτέρους γὰρ τό γε ἐπ’ αὐτῷ, ἐβούλετο εἶναι καλούς. ἀλλὰ κατὰ ἑκατέρου τούτων πρόθεσιν τὴν ἐκλογὴν ἐποιήσατο. τὸν μὲν, ἀγα- πήσας, διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως· τὸν δὲ, μισήσας, διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ’ ὧν δῆλον, ὅτι τὴν κατὰ πρόθεσιν ἐκλογὴν, καὶ οὐ τὴν κατ’ ἐκλογὴν πρόθεσιν, βούλεται ὁ Ἀπόστολος λέγειν.