Ancient Greek
Chapter 9, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.3.1
Not analysed yet
Θεοδωρήτου. Ἢ τὸ, “ἐξήγειρά σε,” ἀντὶ τοῦ, συνεχώρησά σε τῆς βασιλείας τυχεῖν. καὶ κωλῦσαι δυνάμενος, οὐκ ἐκώλυσα. τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. ἀναγκαίως δὲ καὶ τοῦ Μώσεως ἐμνήσθη ἐν τῷ, “τῷ γὰρ Μωϋσῇ λέγει. ἐλεήσω ὃν ἂν ἐλεῶ. ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρημένων τὸ ἀξιόπιστον. εἶτα ἐπισυλλογίζεται· “ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος.” καὶ τὴν λύσιν οὐκ ἐπάγει· ἀλλ’ ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. λέγει γάρ, φησιν, ἡ γραφὴ τῷ Φαραώ. εἶτα συλλογιστικῶς ἐπάγει. “ἄρα οὖν ὃν ἂν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει σκλη- “ρύνει.” σά, φησιν, ταῦτα τὰ γράμματα. οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω. αὐτοῦ ἤκουσα τοῦ Θεοῦ εἰρηκότος, “ἐλεήσω “ὃν ἃν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” αὐτοῦ πάλιν ἐστὶ τὰ περὶ τοῦ Φαραώ. αὐτὸς καταλιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο. αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ησαυ προτεθεικε· τι τοίνυν θαυμαστὸν, εἰ καὶ νῦν ταὐτὸ τοῦτο πεποίηκε; καὶ τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει. αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν· καὶ φησίν· “ἐρεῖς “οὖν μοι τί ἔτι μέμφεται; εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκ ἐνδίκως τοῖς ἁμαρτάνουσιν ἐπιφέρει τὰς τιμωρίας. ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν οὐχ οἷόν τε. οὕτω τὰς ἀντιθέσεις πάσας προτεθεικὼς, ἐπήγαγε, “μενοῦν γε ὦ “ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ἐπειδὴ φησὶν, “τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε.” σὺ τίς εἶ; οὐκ ἄνθρωπος; πῶς οὖν ἀνταποκρίνῃ καὶ περιεργάζῃ τὰς θείας οι'κονο- μιᾶς; εἰ γὰρ οὐκ αὐτεξούσιος ἦσθα, οὐδὲ γνώμῃ τὸ πρακτέον ᾑροῦ, ἀλλὰ τῇ τοῦ θείου βουλήματος ἀνάγκῃ ἐδούλευες, παραπλησίως ἃν τοῖς ἀνθρώποις ἐσίγησας, τὰ οἰκονομούμενα στέργων. ἐπειδὴ δὲ λόγῳ τετίμησαι, καὶ τὰ δοκοῦντά σοι καὶ λέγεις καὶ πράττεις, οὐκ ἀγαπᾷς τὰ γινόμενα, ἀλλὰ τῶν θείων οἰκονομιῶν τὰς αἰτίας ἐπιζητεῖς; ἀπόβλεψον εἰς τὸν τοῦ κεραμέως πηλόν· ὃς οὐκ ἀντιλέγει τῷ πλάττοντι. ἀλλὰ κἂν εἰς ἀτίμου σκεύους ἐργασίαν ἀφορισθῇ, σιγῇ τὸ γενόμενον δέχεται. σὺ δὲ ἀντιτείνεις καὶ ἀντιλέγεις. οὐ τοίνυν φυσικαῖς ἀνάγκαις προσδέδεσαι, οὐδὲ παρὰ γνώμην παρανομεῖς· ἀλλ’ ἑκὼν ἀσπάζῃ καὶ τὴν πονηρίαν, καὶ τοὺς τῆς ἀρετῆς πόνους. ὀρθὴ οὖν ἄρα καὶ δικαία τοῦ Θεοῦ τῶν ὅλων, ἡ ψῆφος. ἐνδίκως γὰρ κολάζει τοὺς ἁμαρτάνοντας, ὡς γνώμῃ τοῦτο ποιοῦντας. ἔχει δὲ καὶ ἡ φιλανθρωπία τὸ δίκαιον. πρόφασιν γὰρ λαμβάνουσα, ὀρέγει τὸν ἔλεον. Ἐκ τῆσ ἐκλογῆσ τοῦ Ὠριγένουσ. Ἴδωμεν δὲ καὶ περὶ τοῦ “ἄρ’ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “Θεοῦ.” τινὲς γὰρ αἰτιώμενοι φασίν· εἰ μὴ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ σώζεσθαι, ἀλλ’ ἐκ προαιρέσεως τοῦ, ὅτε βούλεται ἐλεοῦντος, πρὸς οὓς ῥητέον. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά, “ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο- “δομοῦντες. ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν “ὁ φυλάσσων.” οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν, οὐ δὲ διδάσκων μὴ ἀγρυπνεῖν ἡμᾶς εἰς τὸ φρουρεῖν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς Θεοῦ οἰκοδομούμενα, καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται, καὶ ἀνηνύτως τηρεῖται. εὐλόγως ἃν ἐπιγραφομένου Κυρίου τῆς οἰκοδομῆς τοῦ Θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων Θεοῦ. ὥσπερ οὖν εἰ λέγομεν, οὐ τοῦ οἰκοδομοῦντος, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἔργον, τόδε τὸ οἰκοδόμημα· καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα, ἀλλὰ τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ μηδὲν πεπονθέναι ὑπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἃν πταίοιμεν. ὑπακουομένου μὲν, τοῦ καὶ κατὰ τὸν ἄνθρωπον γεγονέναι. τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν Θεὸν ἀναφερομένου. οὕτως ἐπεὶ οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέχειν, πρὸς τὸ καταλαβεῖν τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ. Θεοῦ γὰρ συμπαρισταμένον, ταῦτα ἀνύεται. καλῶς λέγεται “οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοὕ.” ὡς εἰ καὶ ἐπὶ γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο, “ἐγὼ ἐφύτευσα. Ἀπολ- “λῶς ἐπότισεν. ἀλλ’ ὁ Θεὸς ηὔξησεν. ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων. ἀλλ’ ὁ αὐξάνων Θεός.” καὶ τὸ τοὺς καρποὺς πλήρεις γεγονέναι, οὐκ ἃν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ, ἣ ἔργον τοῦ ποτίσαντος· ἀλλ’ ἔργον τοῦ Θεοῦ. οὕτω καὶ ἡ ἡμετέρα τελείωσις, οὐχὶ μηδὲν πραξάντων γίνεται, οὐ μὴν ἀφ’ ἡμῶν ἀπαρτίζεται. ἀλλ’ ὁ Θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ. Καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν, καὶ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ τὴν τῶν ἀστέρων λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἃν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα καταστάσεως ἡ κυβερνητικὴ τέχνη ; οὐδὲ τῶν κυβερνητῶν αὐτῶν δι’ εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ Θεῷ τὸ πᾶν ἀναφερόντων. οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας, τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας, πολλαπλάσιον ἐστὶν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ Θεοῦ, τοῦ ἀπὸ τοῦ ἐφ’ ἡμῖν. διόπερ ἡγοῦμαι γεσθαι τὸ, “οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· ἀλλὰ τοῦ ἐλεοῦν- “τος Θεοῦ.” εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δεῖ τοῦτο ἐκλαμβάνειν, περισσαὶ αἱ ἐντολαί· καὶ μάτην ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας, καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας, καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις. εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. οἷα δὲ καὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα· ὡς σκληρυνομένου παρὰ Θεοῦ ἵνα μὴ ἀποστείλῃ τὸν λαόν. τί δὲ καὶ τὸ, “ἄρ᾿ οὐν ὃν ἃν θέλῃ ἐλεεῖ ὃν δὲ “θέλει σκληρύνει ”ἐπεὶ γὰρ χρῶνται τούτοις τινὲς τῶν τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἶναι λέγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι· καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραὼ φασὶ, φύσεως ὄντα ἀπολλυμένης, διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ· ἐλεοῦντος μὲν τοὺς πνευματικοὺς, σκληρύνοντος δὲ τοὺς χοικοὺς, φέρε ἴδωμεν ὅτι ποτε καὶ λέγουσι. Πευσόμεθα γὰρ αὐτῶν· εἰ χοικῆς φύσεως ὁ Φαραὼ ἦν, ἀποκρινομένοις δὲ, ἐροῦμεν, ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ τῷ Θεῷ. εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν; καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν, καὶ πάντως ἐπείσθη ἄν, ἅτε οὐκ ὢν χοικὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος. χρήζει δὲ αὐτοῦ ὁ Θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν· ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ Ἀποστόλῳ εἰρημένου, λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ Θεός ; τοὺς ἀπολλυμένους ; ὡς τί πεισομένους εἰ σκληρυνθεῖεν ; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης. τινας δὲ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους ; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις, καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις ; εἰ μὴ ἄρα ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται. ἵν ὅπερ ἐπιδέχονται, μὴ λάβωσι τὸ ἀπολέσθαι. ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους. ἐπαπροητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ, ἐσκλήρυνε. τί δή ποτε λέγουσι τὸν Θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν ; καὶ τί προτιθέμενον τοῦτο ποιεῖν ; τηρείτωσαν γὰρ καὶ ἔννοιαν Θεοῦ. κατὰ μὲν τὸ ὑγιὲς, δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω δικαίου. καὶ παραστησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος. ἢ ὁ δίκαιος μόνον, φαίνεται δικαίως σκληρύνων καρδίαν, τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ’ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων ; τί δὲ αὐτῷ καὶ μέμφεται λέγων, “σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ “τὸν πρωτότοκόν σου,” καὶ ὅσα ἄλλα ἀναγέγραπται, ὣ τοῦ Θεοῦ λέγοντος διὰ Μωὑσέος τῷ Φαραώ; Αναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ, καὶ ὅτι ὁ Θεὸς δίκαιος, ἐὰν ἀγνώμων ἦ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δικαίως τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵσταται πρὸς τὸ πονηρὸν εἶναι τὸν Θεὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δὲ φασὶν διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἃν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν, εἰ διά τινος παραδείγματος ὃ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς, ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ’ ἑαυτοῦ τὸ σκληρύνεσθαι· σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. “γῆ,” φησὶν, “ἡ πιοῦσα τὸν ἐπ’ “αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις “δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ. “ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας “ἐγγύς. ἧς τὸ τέλος, εἰς καῦσιν.” οὐκοῦν, μία ἐνέργεια ἡ κατὰ τὸ ὑετόν. μιᾶς δὲ οὔσης αὐτῆς, ἡ μὲν γεωργηθεῖσα γῆ, καρποφορεῖ· ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος, ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἃν δόξαι εἰναι τὸ λέγειν τὸν ὕοντα, ἐγὼ τοὺς καρποὺς ἐποίησα, καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ. ἀλλ’ εἰ καὶ δύσφημον, ἀλλὰ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτ’ ἃν καρποὶ, οὔτ’ ἄκανθαι ἐγεγόνεισαν. τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρέοντος, ἀμφότερα γεγένηται. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ, καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. Οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ Θεοῦ τεράστια· οἱονεὶ ὑετὸς ἐστιν. αἰ δὲ προαιρέσεις αἱ διάφοροι, οἱονεὶ ἡ γεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη. μία τῇ φύσει ὡς γῆ τυγχάνουσα. ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε, φωνὴν προιέμενος, ἐγὼ τήκω καὶ ξηραίνω. ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι. οὐκ ἃν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμενον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ. οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μώσεως γινομένη, σκληρούμενον μὲν ἤλεγχε τὸν Φαραὼ, διὰ τὴν κακίαν αὐτοῦ. πειθὼ δὲ, τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις· καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τὴν καρδίαν Φαραὼ λέγοντος, “ἀλλ’ οὐ μακρὰν ἀποτενεῖται· τριῶν γὰρ ἡμερῶν πορεύεσθε· “καὶ τὰς γυναῖκας ὑμῶν καταλείψετε·” καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρὸς τὰ τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν “σκληρυνῶ “τὴν καρδίαν Φαραὼ,” ὑπ’ αὐτοῦ ἐνηργεῖτο. Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις, τὸ, ἐγώ σε πονηρὸν ἐποίησα· καὶ ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν, μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας, φησὶν πρὸς τὸν ἁμαρτάνοντα, “ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς “μακροθυμίας καταφρονεῖς ; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς “μετάνοιάν σε ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- “νοητὸν καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ “ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ ;” ἃ γὰρ λέγει τὸν ἁμαρτάνοντα ὁ Ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως· κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν, θησαυρίζοντα ἑαυτῷ ὀργὴν τῆς σκληρότητος. οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει. ἔτι πρὸς τὸ μὴ εἶναι ἡμᾶς αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα φησί. “μενοῦνγε, ὠ ἄνθρωπε, σὺ “τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ “πλάσαντι, τί με ἐποίησας οὕτως ; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κερα- “μεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς “τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν ”ἐρεῖ γάρ τις. εἰ ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ. ὃ μὲν, εἰς τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν. οὕτως ὁ Θεός ἃ μὲν εἰς σωτηρίαν, ἃ δὲ εἰς ἀπώλειαν. οὐ παρ’ ἡμᾶς τὸ σώζεσθαι ἣ ἀπόλλυσθαι γίνεται. οὐ γὰρ ἐσμὲν αὐτεξούσιοι. Λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτως χρώμενον. εἰ δύναται περὶ τοῦ Ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος, οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τίς τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἑαυτῷ ἐναντία φθέγγεται ὁ Ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται τὸν ἐν Κορίνθῳ πεπορνευκότα ; ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ. οὐ γὰρ κατὰ τὸν αὐτόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα. καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν αὖ x πεποιηκότα; πάλιν δ’ αὖ ὡς μηδενὸς ὄντος ἐφ’ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι, τὸ μὲν, εἰς ἀτιμίαν σκεῦος, τὸ δὲ, εἰς τιμήν ; πῶς δὲ καὶ τὸ, πάντας ἡμᾶς παραστῆναι δεῖν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, ὑγιές ἐστι ; τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας, ἐπὶ τοῦτο πράξεων ἐληλυθότων· καὶ τῶν κατ’ ἀρετὴν βιωσάντων, τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτω κατεσκευάσθαι, καὶ σκεύη τιμῆς γεγονέναι, τὸ καλὸν πεποιηκότων ; ἔτι δὲ πῶς οὐ μάχεται τῷ ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, ἔκτιμον ἣ ἄτιμον σκεῦος γεγονέναι, παρὰ τὴν τοῦ δημιουργοῦ αἰτίαν, τὸ ἀλλαχοῦ λεγόμενον, “ἐν “μεγάλη οἰκίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ “καὶ ξύλινα καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτι- “μίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν ἡγι- “ασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ.” εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμήν· ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν παριδὼν σκεῦος εἰς ἀτιμίαν· ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν, οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς σκεύη τιμῆς, καὶ σκεύη ἀτιμίας. ἀλλὰ σκεύη μὲν τιμῆς, τοὺς ἐκκαθάραντας ἑαυτούς· σκεύη δὲ ἀτιμίας, τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιιδόντας. Ἐπεὶ δὲ ὅπου μὲν, ὁ Ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ Θεῷ, εἰς τὸ γενέσθαι σκεῦος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν, ἀλλὰ τὸ πᾶν ἐφ’ ἡμᾶς ἀναφέρει, λέγων, “ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, “ἔσται σκεῦος εἰς τιμήν·” ὅπου δὲ, οὐ προσποιεῖται τὸ ἐφ’ ἡμῖν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ἀναφέρειν δοκεῖ, φάσκων “ἐξουσίαν “ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, “ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ, εἰς ἀτιμίαν·” καὶ οὐκ ἔστιν ἐναντιώματα τὰ εἰρημένα ὑπ’ αὐτοῦ, συνακτέον ἀμφότερα, καὶ ἕνα λόγον ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τοῦ ἐφ’ ἡμῖν, χωρὶς τῆς ἐπιστήμης τοῦ Θεοῦ, καὶ τῆς καταχρήσεως τοῦ κατ’ ἀξίαν τοῦ ἐφ’ ἡμῖν, ποιοῦντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινά· οὔτε τοῦ ἐπὶ τῷ Θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ, τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν ἐπὶ τὰ χείρονα ἢ τὰ κρείττονα.