Ancient Greek
Chapter 9, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.4
Not analysed yet
Δ, (sic). Ὅτι μὲν γὰρ ὁ Θεὸς πάντα τὰ σκεύη ποιεῖ, τά Τε ἔντιμα καὶ τὰ ἄτιμα, δῆλον. μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων δημιουργός. οὐκ αὐτὸς δὲ τίμια κατασκευάζει ἣ ἄτιμα· ἀλλ’ ἡ οἰκεία ἑκάστου προαίρεσις. καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ αὐτὸς Ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ, φησίν. “ἐν μεγάλῃ οἰ- “κίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα “καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτιμίαν. ἐὰν οὖν “ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμέ- “νον καὶ εὔχρηστον τῷ δεσπότῃ. εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμα- “σμένον.” δῆλον δὲ, ὡς ἑκούσιος ἡ κάθαρσις. “ἐὰν γάρ τις,” φησὶν, “ἐκκαθάρῃ ἑαυτόν.” ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ. ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ, συντριβῆς ἄξιον. τὸ οὖν προκείμενον ῥητὸν, καὶ τὸ, “συνέκλεισεν “ὁ Θεὸς πάντας εἰς ἀπείθειαν.” καὶ τὸ, “ἔδωκεν αὐτοῖς ὁ Θεὸς “ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” καὶ ὅσα τοιαῦτα, οὐχ ὡς ἐνεργήσαντος τοῦ Θεοῦ ἐκληπτέον, ἀλλ’ ὡς παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον, καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. τὴν γὰρ παραχώρησιν αὐτοῦ, ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ, σύνηθες λέγειν τῇ γραφῇ.