Ancient Greek
Chapter 9, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.22.4
Not analysed yet
Θεοδωρήτου. Ἔφη δέ τις ὑποστίξαι δεῖν, εἰς τὸ, “εἰ δέ.” λέγειν εἰπὼν τὸν Ἀπόστολον. εἰ τοῦτο ποθεῖς μαθεῖν, τίνος ἕνεκα πλειόνων ἁμαρτανόντων, τοὺς μὲν, κολάζει, τοὺς δὲ, δι’ ἐκείνων εὐεργετεῖ. καὶ πολλῶν τὴν ἀρετὴν μετιόντων· τοὺς μὲν, περιφανεῖς ἀποφαίνει· τοῖς δὲ, διὰ τούτων ὑποφαίνει τὰς τῶν μελλόντων ἐλπίδας, ἄκουσον τῶν ἑξῆς. “θέλων γάρ,” φησι, “ὁ Θεὸς ἐνδεί- “ξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς. δι’ ὧν τοῦτο ἐμφαίνει, οὐχ ὁ Θεὸς δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας, ἀλλ’ αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν· καὶ διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν. ἀλλ’ ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ πρύτανις, καὶ τούτῳ δικαίαν τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρμακον. οὕτω καὶ ὁ Θεὸς, οὐκ ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μεταλαχεῖν. ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώκειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε· τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ, τοὺς αὐθαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. τοῦτο γὰρ καὶ Τιμοθέῳ γέγραφεν· “ἐν οἰκίᾳ “μεγάλῃ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ “ξύλινα καὶ ὀστράκινα. καὶ τὰ μὲν, εἰς τιμὴν, τὰ δὲ, εἰς ἀτι- “μίαν.” καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν, “ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν τοιούτων, ἔσται “σκεῦος εἰς τιμὴν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ· εἰς “πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον,” οὕτω καὶ σκεύη ἐλέους ἐκάλεσε, τοὺς τῆς θείας φιλανθρωπίας ἀξίους. τὸ δὲ, “ἃ προητοί- “μασεν εἰς δόξαν,” τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν. “οὓς προέγνω, καὶ προώ- “ρισεν.” Βασιδείου Ἐκ Τοῦ, Ὅτι Οὐκ Ἔστιν Αἴτιοσ Τῶν Κακῶν ὁ Θεός. Ὥστε κἂν λέγῃ ὁ Ἀπόστολος “σκεύη ὀργῆς κατηρτι- “σμένα εἰς ἀπώλειαν,” μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν, τοῦ Φαραὼ εἶναι. οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται. ἀλλ’ ὅταν ἀκούσῃς “σκεύη,” νόει, ὅτι ἕκαστος ἡμῶν πρός τι χρήσιμος πεποίηται. καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ, τὸ μέν ἐστι σκεῦος χρυσοῦν· τὸ δὲ, ἀργυροῦν, τὸ δὲ ὀστράκινον· τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης. καὶ χρυσοῦν μέν ἐστι σκεῦος, ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος. καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταρρυπτούμενος, καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί. οὕτω καὶ ὀργῆς σκεῦος ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν ὥσπερ ἀγγεῖον χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν, οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος. ἀλλ’ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ὣν ἄξιος. διόπερ ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ πιστὸς τῶν ψυχῶν οἰκονόμος, διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον. ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται. ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν.