Ancient Greek
Chapter 9, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.22.5
Not analysed yet
Δ(??), (sic). Εἰ δὲ λέγεις, τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς τοιούτους ἁμαρτάνειν μέλλοντας καὶ μὴ μετανοεῖν, ἔκτισεν, ἄκουσον. ὁ Θεὸς δι’ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα· καὶ τῶν πάντων ἐσομένων προγνώστης ἐστίν. εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ’ ἂν κακοὶ ἔμελλον ἔσεσθαι. πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ, καλὸν ἢ κακὸν εἶναι. εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα, τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι, ἐκώλυσεν αὐτοὺς γενέσθαι, ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. ποιεῖ τοιγαροῦν ὡς Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ. ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως, καλός τε καὶ κακὸς γίνεται. εἰ καὶ τοίνυν ἔφη ὁ Κόριος, “συνέφερε τῷ “ἀνθρώπῳ ἐκείνῳ εἰ οὐκ ἐγεννήθη,” οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενο- μένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία, ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησεν. ὥσπερ ἃν εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς, τυραννήσῃ τὸν εὐεργέτην. ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι αὐτὸν κατίδοι ἐναπομένοντα.