Ancient Greek
9.22.6 to 9.22.7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.22.6-7
Not analysed yet
Οἰκουμενίου. Οὐκ ὀργῆς δὲ πάθει ἥλω ὁ Θεός. ἄπαγε. ἀλλ’ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου. Σευηριανοῦ. τινές γε μὴν ἕτεροι, εἰς τὸ, “εἰ δὲ θέλων ὁ “Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς, τὸ, τί οῃας ; ἀπέ- δωκαν, ἔξωθεν ἐλλιπῶς νοούμενον. καὶ τὸ, “ἐν πολλῇ μακροθυμίᾳ.” ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν, ἐπήνεγκε τὴν ὀργήν.