Ancient Greek
Chapter 9, Verse 25
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.25.1
Not analysed yet
Xρυστόμου. Ἀποδοὺς τὴν λύσιν τῷ ζητήματι τὴν διὰ τῶν πραγμάτων. ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, καὶ τοὺς προφήτας ἐπεισάγει τὰ αὐτὰ προαναφωνοῦντας. ἵνα γὰρ μὴ λέγωσιν, ὅτι παραλογίζῃ ἡμᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε μάρτυρα βοῶντα καἰ λέγοντα, “καλέσω τὸν οὐ λαόν μου, λαόν *’μου. τίς γὰρ ἢν ὁ οὐ λαός ,τὰ ἔθνη δηλονότι. καὶ τίς ἡ οὐκ ἠγαπημένη ’,τὰ αὐτὰ πάλιν. ἀλλ’ ὅμως, ἔφησεν αὐτοὺς καὶ λαοὺς, καὶ ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵστα- τᾶι. εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων τοσαύτη γέγονεν ἡ μετα- βολὴ, τι ἐκώλυε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ’ ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας, τῶν αὐτῶν ἀξιωθῆναι;