Ancient Greek
Chapter 9, Verse 25
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.25.2
Not analysed yet
Θεοδωρήτου. Τέως ταῦτα οὐ περὶ τῶν ἐθνῶν, ἀλλὰ περὶ τῶν Ἰουδαίων εἴρηκεν ὁ Θεός. τῷ γὰρ υσηὲ προστάξας λαβεῖν πόρ- νῆν καὶ μοιχαλίδα, οὕτω τὰ γεννηθέντα παιδία προσαγορευθῆναι ἐκέλευσε. τὸν μὲν, οὐ λαόν· τὴν δὲ, οὐκ ἠγαπημένην. καὶ τὰ συμβησόμενα Ἰουδαίοις προλέγων. ἀλλ’ ὅμως πάλιν ὑπέσχετο αὐτοῖς χρηστά. ὅτι καὶ ὁ οὐ λαὸν, κληθήσεται λαός· καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη. σκοπήσατε τοίνυν καὶ μάθετε, ὅτι καὶ ὑμεῖς οὐκ ἀεὶ τῶν αὐτῶν ἀπελαύσατε. ἀλλὰ ποτὲ μὲν λαὸς, ποτὲ δὲ οὐ λαός· καὶ πάλιν λαὸς ἐχρηματίσατε. καὶ ποτὲ μὲν ἠγαπημένη, εἶτα οὐκ ἠγαπημένη· καὶ πάλιν ἠγαπημένη. οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἐπὶ τοῦ παρόντος ἐγένετο· συνήθως γὰρ ἀπεβλήθητε. ἀλλὰ κἂν πάλιν θελήσατε λαὸς καὶ ἠγαπημένος κληθῆναι. καὶ γὰρ τὰ ἔθνη οὐ λαὸς ὄντα, νῦν λαὸς χρηματίζει.