Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.4
Not analysed yet
Χρυσοστόμου. Καὶ τὸν τρόπον λέγει τῆς σωτηρίας. εἶδες ἀκρίβειαν προφητικὴν καὶ σύνεσιν ἀποστολικήν· οἵαν μαρτυρίαν παρήγαγε ; πῶς σφόδρα ἐπιτηδείαν ; οὐ γὰρ μόνον ὅτι τινὲς εἰσὶν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη· ἀλλὰ καὶ πῶς σωθήσονται, προστίθησι. πῶς οὖν σωθήσονται ; οὐ περιόδων, φησὶν, χρεία, καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. “ἐὰν γὰρ “ὁμολογήσῃς,” φησὶ, “ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ “πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ “νεκρῶν, σωθήσῃ.” εἶ ’δες τί ἐστι, “λόγον συντετμημένον ποιή- “σει Κύριος ἐπὶ τῆς γῆς ”καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἡμῖν ἐκό- μισεν.