Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.5
Not analysed yet
Κυρίλλου. Ἔσωσε δέ φησιν, “λόγον συντελῶν καὶ συντέ- “μνων.” τουτέστιν, εὐφυὲς καὶ σύντομον, καὶ ἵν οὕτως εἴπω συντετμημένον λόγιον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι. τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημενος.