Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.9
Not analysed yet
Χρυσοστόμου. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν· ὅτι οὐδὲ αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. καὶ γὰρ οὗτοι ἀπώλοντο ἃν, καὶ τὰ Σοδόμων ἔπαθον. τουτέστι, πανωλεθρίαν ὑπέμειναν. καὶ γὰρ καὶ ἐκεῖνοι πρόρριζον πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον. καὶ οὗτοι οὑν φησι, ὡς ἐκεῖνοι ἃν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας. οἱ μὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν.