Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.8
Not analysed yet
Χρυσοστόμου. Μῆ οὖν νομίζετε, ὦ Ἰουδαῖοι, ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωσαϊκὴ παυθήσεται. ἐκείνη τύπος ἦν. πρὸς ἄλλην ἔβλεπε τελειότητα. ἡ δὲ δεσποτικὴ νομοθεσία, τετελειωμένη ἐστί. πρὸς ταύτην ἔβλεπεν ἡ Μωσαϊκή· ταύτης τύπος ἦν. ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία. καὶ μετὰ ταύτην, οὐκ ἔστιν ἄλλη. αὕτη δὲ, ἀεὶ ἔσται. ταῦτα δὲ δηλονότι φησὶ, προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον. Καὶ καθὼς προείρηκεν Ἠσαίας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.