Ancient Greek
Chapter 9, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.30.3
Not analysed yet
Θεοδώρου Μονάκου. Τί γὰρ εἴποιμεν ἄν ; ὅτι Ἑλλήνων μὲν οὐκ ὀλίγοι τῆς δικαιώσεως ἔτυχον. καίτοι οὐδέποτε εὐσεβείας ἐπιμεληθέντες. πῶς γὰρ, οἱ γε τοῖς εἰδώλοις προσεῖχον ; Ἰουδαίων δὲ ἔξω ταύτης ἐγένοντο οἱ πλεῖστοι· ἄνδρες ἀεὶ τῷ νόμῳ προσέχειν ἐπ’ ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ νόμον δικαιοσύνης διώκων, περὶ τοῦ Μωσαϊκοῦ λέγει. βουλόμενος εἰπεῖν ὅτι μετήεσαν νόμον, δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι. τὸ δὲ “εἰς νόμον δικαιοσύνης,” κατὰ τὸ οἰκεῖον ἰδίωμα νόμον δικαιοσύνης, τὴν δικαιοσύνην καλῶν. ὡς καὶ νόμον πίστεως, τὴν πίστιν.