Ancient Greek
Chapter 9, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.30.4
Not analysed yet
Θεοδωρήτου. τινὲς δὲ, οὕτω διελόντες ἀνέγνωσαν. τί οὖν ἐροῦμεν ; κατὰ ἐρώτησιν. εἶτα κατὰ ἀπόκρισιν. “ὅτι ἔθνη τὰ “μὴ διώκοντα δικαιοσύνην,” καὶ τὰ ἑξῆς. ἴσθι γάρ, φησι, ὡς ἡ πίστις, αἰτία τοῖς ἔθνεσι τῶν ἀγαθῶν. αὕτη γὰρ αὐτοὺς πάλαι πλανωμένους, καὶ τὴν δικαιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν. ὁ δέ γε Ισραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. εἶτα πάλιν κατ’ ἐρώτησιν. διατί ; ὅτι ἐνόμισαν ἐξαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν, εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. οὐ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολιτείας, οὐκ ἔσχον δικαιοσύνην.