Ancient Greek
Chapter 9, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.33.1
Not analysed yet
Θεοδωρήτου. Διδάσκει λοιπὸν διὰ ποίαν αἰτίαν τῶν τῆς πίστεως ἀγαθῶν οὐκ ἀπέλαυσαν. προσπταίειν δὲ εἰώθασιν, οἱ ἑτέρῳ τὴν διάνοιαν ἔχοντες, καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες. ὅπερ πεπόνθασι καὶ οἱ Ἰουδαῖοι. περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες, τὸν ὑπὸ τῶν προφητῶν προαγορευθέντα λόγον, οὐκ ἠδυνήθη ἰδεῖν. καίτοι σαφῶς ἐκείνων προθεσπισάντων, ὡς ὁ τούτῳ πιστεύων, μεγίστων τεύξεται ἀγαθῶν. τοῦτο γὰρ εἶπεν, οὐ καταισχυνθήσεται. ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ τῆς ἐλπίδος, αἰσχυνομένων.