Ancient Greek
Chapter 9, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.33.2
Not analysed yet
Χρυσοστόμου. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παρρησία; καὶ ἡ καθολικὴ δωρεά ; οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. πᾶς γάρ φησι, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρὰξ, κἂν ὁστισοῦν ἕτερος ᾖ, πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παρρησίας. τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ’ ὅτι καὶ ἀπιστήσουσι. τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαι ἐστίν. ὥσπερ οὖν ἀνωτέρω, τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, ἐὰν ᾐ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος “τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. καὶ εἰ μὴ Κύριος “Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν, “καὶ ὡς Γόμορρα ἃν ὡμοιώθημεν,” “καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰου- “δαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,” οὕτω δὴ καὶ ἐνταῦθα λέγει. ὅτι οἱ μὲν, πιστεύσουσιν, οἱ δὲ, προσκόψουσι. τόδε προσκόπτειν, ἐκ τοῦ μὴ προσέχειν γίνεται· ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ οὐ προσεῖχον, προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος. προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶ, ἀπὸ τοῦ τέλους καὶ τῆς γνώμης τῶν ἀπιστησάντων.