Ancient Greek
Chapter 9, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.33.4
Not analysed yet
Θεοδώρου Μονάκου. Θαυμασιώτατα δὲ ἐπήγαγε, τὸ, προσέκοψαν· δεῖξαι βουλόμενος, ὅτι οὐ τὰ πρότερα αὐτῶν, ἀλλὰ τὰ νῦν αἰτιᾶται. ἔτρεχον γάρ, φησι, πρὸ τοῦ τούτου, τῆς κατὰ νόμον δικαιοσύνης τὸν δρόμον. καὶ ἦν αὐτοῖς οὐδαμῶς μέμψιν τινὰ ἐπαγαγεῖν περὶ τῶν προτέρων. ἀλλ’ ὥσπερ λίθῳ τινὶ τῷ Κυρίῳ διὰ τῆς ἀπιστίας προσπταίσαντες, καὶ βαρὺ τὸ κατάπτωμα υπομείναντες, μάταιον ἅπαντα τὸν ἐν τοῖς προειληφόσιν ἀπέφηναν δρόμον.