Ancient Greek
Chapter 9, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.33.3
Not analysed yet
Κυρίλλου. Οὐ γὰρ δήπου φαμὲν, ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραήλ. ἀλλ’ ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως. ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιῶν. μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινές. καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποιεῖτο δὲ τὴν προαγόρευσιν χρησίμως. οὐχ ἵνα προσκόψειαν, ἀλλ’ ἵνα προεγνωκότες, ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος· πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία. τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος.