Ancient Greek
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Thessalonicenses ΚΕΦ. Β..1
Not analysed yet
Πόθος αὐτῶν καὶ χαρὰ ἐν αὐτο7ς καὶ μέριμνα, ὅπως τελειωθῶσιν. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπου- δάσαμεν τὸ πρόσωπον ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Ἐπειδὴ ε-ι’πεν ἀνωτέρω, ὁ σωτὴρ τέκνα, ὡς τροφὸς, ἐνταῦθα ἕτερόν φησιν, "ἀπορφανισθέντες,’’ ὅπερ ἐστὶ παίδων πατέρα ζη- τούντων, καὶ μὴν ἐκεῖνο, ἀπορφανίσθησαν, οὔ φησιν, ἀλλ’ "ἡμεῖς.’’ εἰ γάρ τις τὸν πόθον ἐξ,ετάσειεν, καθάπερ παιδία μικρὰ ἀπρο- στάτευτα ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων ἐστὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὲ καὶ ἡμεῖς· καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν ὅτι πολὺν χρόνον ἀνεμείναμεν, ἀλλὰ πρὸς καιρὸν, καὶ ταῦτα προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ· ὁρᾷς ὅση ἀγάπη ; καὶ τοι γε ἔχων αὐτοὺς διὰ παντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ’ ὄψιν ἐζήτει παρουσίαν. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς, Πειρασμούς τινας ἀπροσδοκήτους φησὶ καὶ ἐφόδους· γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας· τὴν οὖν ἀπὸ τῶν πραγμάτων ἐγκοπὴν τοῦ Σατανᾶ ἐκάλεσε τῷ μέλλειν ὠφελεῖσθαι Θεσσαλονικέας ἀπὸ τῆς αὐτοῦ παρουσίας, ὡς ἃν ἀναγκαίως πάντων τῶν βλαβερῶν ἀνατι- θεμένων τῷ Σατανᾷ. τίς γὰρ ἡμῖν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ’,lΩΛ́ΝΝοΥ. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμ- πρότητα, ἀλλὰ καὶ καυχήσεως. πόσης πυρώσεως τοῦτο ; οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴγε ὁμοῦ συνῆλθον καὶ τῶν ἑαυτῶν ἀνέμιξαν πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόρροπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον· χαρὰ, φησὶ, καὶ στέφανός μου· μᾶλλον ἐφ’ ὑμῖν, φησὶν, ἀγάλλομαι ἣ ἐπὶ στεφάνῳ· ἐννόησον γὰρ, ὅσον ἐστὶν ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου· τίς οὐκ ἃν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; ; ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. οὐ γὰρ εἶπεν ὑμεῖς, ἀλλὰ καὶ ὑμεῖς μετὰ τῶν ἄλλων. Διὸ μηκέτι στέγοντες, ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Ἀντὶ τοῦ εἱλόμεθα, “καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν “ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ “τοῦ Χπιστοῦ·” ὡσανεὶ ἔλεγεν, ἀποσπάσαντες ἀπὸ τῶν ἔργων, ἐπέμψαμεν πρὸς ὑμᾶς διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Τί δὴ ἐνταῦθα φησίν ; ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασμοὶ θορυβοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασμοῖς. “εἰς τὸ στηρίξαι ὑμᾶς,” φησιν, οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδὲ ὀφείλοντάς τι μαθεῖν, “καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν· Σευηριανοῦ. Οὐκ εἶπε τῷ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ’ ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως, “σαίνεσθαι“ εἰπὼν τὸ μηδένα ξενίζεσθαι. Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. Οὐδὲν ξένον ἣ παρ’ ἐλπίδας συμβαίνει, ὥστε οὐ δεῖ θορυβεῖσθαι· εἰς τοῦτο γὰρ κείμεθα, ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον, ἀλλ’ οὐδὲ ὑπὲρ τῶν μελλόντων ἔτι συμβαίνει τοῦτο, οὐ δεῖ θορυβεῖσθαι. διὸ κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν ἀδελφοὶ ἐφ᾽ ὑμῖν, ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν. διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόρρητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὢν, ἀλλ᾽ ἀναγκάζεται πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν; τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεσαν οἱ ἅγιοι, καὶ τοῦτο πολλαχόθεν ἄν τις καταμάθοι, καθάπερ Ἐλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε, καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεὸν, "κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου," διὰ τοῦτο ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας· ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρίσαι τὸν Δαυίδ· διὸ ἔλεγεν, "οὐχ ὡς ὄψεται ἄνθρωπος, οὕτως ὄψεται καὶ ὁ Θεός." τοῦτο δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν, αὐτῶν τε ἕνεκεν τῶν ἁγίων καὶ τῶν πιστευόντων αὐτοῖς· διὰ τοῦτο καὶ διωγμοὺς συγχωρεῖ γίνεσθαι· καὶ πάλιν, ἵνα μὴ κἀκεῖνοι μεγάλα τινὰ περὶ αὐτῶν φαντάζωνται, καὶ τοῦτο αὐτός φησιν, "ἵνα μή τις εἰς ἐμὲ λογίσῃ τε ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ·" καὶ πάλιν, ἵνα μή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γένωνται· διὰ τοῦτο δείκνυσιν αὐτῶν τὴν ἀσθένειαν, διὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται. τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν; νυκτὸς καὶ ἡμέρας, ὑπὲρ ἐκπερισσοῦ δεόμενοι, εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Οὐχὶ ζωῆς μόνον αἴτιοι ἡμῖν γεγένησθε, ἀλλὰ καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν. τὸ ὑμῶν κατώρθωμα, δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγούμεθα, τοιαῦτα ἡμᾶς εὐηργετήσατε ὡς Θεοῦ νομίζειν εἶναι, μᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα· “νυκτὸς, φησὶ, “καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεό- “μενοι.’’ καὶ τοῦτο τῆς χαρᾶς σημεῖον, τὸ ποθεῖν καὶ ὄψει τὴν τοσαύτην ἰδεῖν ἡδονήν. “καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως “ὑμῶν·’’ ἐνταῦθα πολὺ τὸ ζήτημα· εἰ γὰρ νῦν ζῇς, ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατο τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσαύτης ἦν χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήματα τῆς πίστεως εἶναι φής ; τι οὖν ἐστιν ; οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει, ἴσως ἐξηγεῖτο παρ’ αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι πειρασμοῖς οὐδὲ κινδύνοις, ἀλλ’ ὑποκρινόμενοι τοὺς διδασκάλους διὰ τοῦτο εἶπε “τὰ ὑστερήματα,” καὶ οὐκ εἶπεν εἰς τὸ στηριχθῆναι, ἀλλ’ ἔνθα μὲν περὶ τῆς πίστεως ἐδεδοίκει, “ἔπεμψα,’’ φησὶ, “Τιμόθεον εἰς τὸ στηριχθῆναι ὑμᾶς,’’ ἐνταῦθα δὲ τὸ ὑστεροῦν καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν ἣ βεβαιώσεως· τὸ γὰρ μὴ κατηρτισμένον ἐστὶν ὃ ὀλίγον τι λείπει, τοῦτο δὲ καταρτιζεται.