Ancient Greek
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Thessalonicenses ΚΕΦ. Γ.
Not analysed yet
Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως Θεσσαλονικέων ἕως τῆς παρουσίας Χριστοῦ. Αὐτὸς δὲ Θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ πρὸς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. τοῦτο ὑπερβαλλούσης ἀγάπης τὸ μὴ μόνον ἐκεῖ εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ Ἐπιστολῇ τὴν εὐχὴν ἐντιθέναι· τοῦτο οὖν, φησὶν, αὐτὸς ὁ Θεὸς ἐκκόψει τοὺς πειρασμοὺς τοὺς πανταχοῦ περιέλκον- τὰς ἡμᾶς, ὥστε ἐλθεῖν πρὸς ὑμᾶς. “αὐτὸς δὲ ὁ Κύριος πλεονάσαι “καὶ περισσεῦσαι,” ἀντὶ τοῦ αὐξῆσαι· τὸ μὲν ἡμέτερον ἤδη ἐστὶ, τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Εἰς τὸ στηριχθῆναι ὑμῶν τὴν καρδίαν ἀμέμπτως ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται· οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ “τὰς καρδίας “ὑμῶν’’ ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, ἔνεστι γὰρ μηδὲν πράττοντα πονηρὸν εἶναι, οἷον, βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλάνθρωπον, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστὶν, ἁγιωσύνη δὲ, τὸ τούτων καθαρεύειν· κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη, ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ ἡ πᾶσα ἀρετὴ καθαρότης· “μακάριοι γὰρ,” φησὶν, “οἱ καθαροὶ τῇ “καρδίᾳ·’’ ὅτι γὰρ πορνεία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου τοῦ λέγοντος, “λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε κἀς πονηρίας “ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν·’’ ὥστε πᾶσα ἁμαρτία μολύνει τὴν ψυχήν· “ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ “τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων·’’ κριτὴς ἄρα τότε ἔσται ὁ Χριστὸς, οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι, ἣ τοῦτο, φησὶν, ἢ ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ γενέσθαι, ὅπερ ἀεὶ, φησὶ τὸ ἐνώπιον τοῦ Θεοῦ· αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής· οὐκ ἐνώπιον ἀνθρώπων ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ.