Ancient Greek · ~54 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Β..1
Not analysed yet
Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς καὶ φειδοὺς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧ καὶ συγχωρεῖ. Καὶ ταύτῃ τῆ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον. Ποῖα ταύτῃ θαρρήσει ; ποίᾳ ; τὸ καυχᾶσθαι ἐφ’ ὑμῖν, τὸ καύχημα ἡμῶν εἶναι τὸ ἀγαπᾷν ὑμᾶς, τὸ μηδὲν ἑαυτῷ πονηρὸν συνειδέναι. Ἴνα δευτέραν χάριν ἔχητε. τήν τε διὰ τῆς προτέρας Ἐπιστολῆς καὶ διὰ τῆς παρουσίας. Καὶ δι’ ὑμῶν ἐλθεῖν— Καίτοι ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἰρήκει, “ἐλεύσομαι δὲ πρὸς “ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω.” Ἐνταῦθα δέ φησιν, ὅτι ἐβουλόμην πρότερον ἐλθεῖν πρὸς ὑμᾶς· τι οὖν ἑαυτῷ ἐναντιοῦται ; μὴ γένοιτο, ἀλλὰ τοῦτο λέγει, τοσοῦτον, φησὶν, ἀπέσχον τοῦ ῥᾳθυμῆσαι ἐλθεῖν πρὸς ὑμᾶς, ὅτι ὅσον ἧκεν εἰς τὴν ἐμὴν γνώμην, καὶ πρὶν Μακεδονίαν ἴδω, ἐλθεῖν πρὸς ὑμᾶς ἤθελον· ἀλλ’ οὐκ ἀπέβη μοι, φησὶ, κατὰ γνώμην τὰ πράγματα. Ἴνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων καὶ τὴν διὰ τῆς παρουσίας· χάριν δὲ τὴν χαρὰν λέγει. Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἶπεν, ἵνα ὑμεῖς με προπέμπητε οὗ ἐὰν πορεύωμαι· νῦν λέγει ποῦ ἤμελλε πορεύεσθαι, ὅτι ἐν τῇ Ἰουδαίᾳ. καὶ γὰρ τότε ἠγνόει ποῦ κελεύεται ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν· νῦν δὲ ἠκηκόει· λοιπὸν ὁρᾷς αὐτὸν Πνεύματι πανταχοῦ ἀγόμενον. Μῆ τι ἄρα τῆ ἐλαφρίᾳ. τοῦτο οὖν βουλόμενος τὸ ἐλθεῖν πρὸς ὑμᾶς, τίνος ἕνεκεν οὐκ ἦλθον, ἀλλὰ ὡς ἐλαφρὸς καὶ εὐρίπιστος καὶ τοῖς οἰκείοις ἐναντιούμενος λόγοις ; μὴ γένοιτο· ἀλλὰ τι τὸ αἴτιον ; ὅτι ἃ βουλεύομαι, φησὶν, οὐ κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ· ὅπερ αὐτὸς ἐρωτηματικῶς τέθεικε· καὶ τι βούλεται, ὁρ́α. Ὁ σαρκικὸς, φησὶν, ἄνθρωπος, καὶ κατὰ σάρκα βουλευόμένος, οἷον ὁ μὴ ἀγόμενος πρὸς τὰ πρακτέα τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, κύριός ἐστιν ἑαυτοῦ ἀπιέναι ὅπου βούλεται· ὁ δὲ ἐκ Πνεύματος ἀγόμενος οὐκ ἔχει ἐξουσίαν βαδίζειν ὅπου θέλει· δεσπότῃ γὰρ ὑποτέτακται Παρακλήτῳ, καὶ τῷ αὐτοῦ νεύματι εἴκειν ἀναγκάζεται· ὥστε τὸ ἐλθεῖν οὐχ ὡς εὐρίπιστος καὶ ἐλαφρὸς καὶ ψευδολόγος ὑπερεθέμην, ἀλλὰ τοῦ Πνεύματος, ᾧ ἄγομαι ἡ αἰτία, τοῦ ἀλλαχοῦ ἤπερ ἐβουλόμην ἄξαντος. Ὅρα δὲ σοφίαν· ὅπερ οἱ διαβάλλοντες πρόφασιν λοιδορίας ἐποιοῦντο τὸ ὑποσχόμένον μὴ ἐλθεῖν, τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου ποιεῖται τὸ μὴ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἄγεσθαι ὑπὸ τοῦ Πνεύματος ὅπου αὐτῷ δόξει. Ινα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναί. Τί οὖν ὁ Παῦλος ὑπισχνούμενος, οὐ μετὰ τῆς ἐνεργείας τοῦ Πνεύματος ὑπισχνεῖτο, ἀλλ’ ἀγνοῶν εἰ πληρώσει τὰς ὑποσχέσεις; φαμὲν ὅτι οὐ πάντα προῄδει ὁ Ἀπόστολος· τοιγαροῦν καὶ εὔχεται ἀσύμφορα ὡς ἐπὶ τοῦ σκόλοπος τῆς αὐτοῦ σαρκὸς, καὶ πάλιν, τὸ γὰρ “τί προσεύξομαι καθὸ δεῖ, οὐκ οἶδα·” καὶ ἐν ταῖς Πράξεσι δὲ δείκνυται ἀπελθεῖν βουλόμενος ποῦ, καὶ κωλυόμενος ὑπὸ τοῦ Πνεύματος· τοῦτο δὲ συμφερόντως ἐγένετο, ἵνα μή τινες μείζους αὐτοὺς ὑπολάβωσι τῆς ἀνθρωπίνης φύσεως· καὶ γὰρ ἀποτυγχάνουσιν αὐτοῖς, πολλάκις θύειν ἠβούλοντο αὐτοῖς ὡς θεοῖς ἐν Λυκαονία. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Ἀνακύπτουσαν ἀντίθεσιν λύει· εἰ ἀγνοεῖς, φησὶν, εἰ ἔσται ἃ ἐπηγγέλη καὶ πολλάκις λέγεις ἐν πράγματι ναὶ, καὶ εὑρίσκεται οὔ· δεδοίκαμεν μή πὼς καὶ ὁ λόγος σου, τουτέστιν ὁ κηρυχθεὶς ἡμῖν περὶ τῆς πίστεως, ναὶ καὶ οὔ ἐστι· καὶ φησι, τὸ μὲν ἐπαγγείλασθαι ἐλθεῖν, ἐμὸν ἦν· διὸ καὶ ἀπέτυχε· τὸ δὲ κήρυγμα τοῦ Θεοῦ ἔστι, καὶ οὐκ ἀποτεύξεται· πιστοῖς γὰρ, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἀληθὴς, ὅτι ὁ λόγος ἡμῶν, ἐπειδή φησιν ὁ λόγος καὶ τὸ κήρυγμα ἡμῶν οὐ γέγονε ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἔσται καὶ ναί· διὰ τοῦτο γὰρ ἀληθὴς, ἐπειδὴ οὐ γέγονε ναὶ καὶ οὔ· καὶ λοιπὸν λέγει, ποῖος λόγος οὐ γέγονε ναὶ καὶ οὒ, ἀλλ’ ἀσάλευτος ἔμεινεν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ φησιν, ὁ ἐν ὑμῖν κηρυχθεὶς οὐ γέγονε ναὶ καὶ οὒ, τουτέστιν, οὐ νῦν μὲν ὧδε, ἄλλοτε δὲ τοιώσδε κεκήρυκται, ἀλλὰ ναὶ ἐν αὐτῷ, τουτέστιν, ἀπαρασάλευτα τὰ εἰς αὐτὸν κηρυχθέντα γεγένηται· διὰ τοῦτο δὲ τὸ πλῆθος τῶν κηρυξάντων καταλέγει· ταύτῃ ποιῶν ἀξίοπιστον τὸ κήρυγμα, καὶ ταπεινοφροσύνην ἐπιδεικνύμενος, ὅτι τοὺς ἑαυτοῦ μαθητὰς κοινωνοὺς τοῦ κηρύγματος ὀνομάζει· “δι’ ἐμοῦ” γάρ, φησι, “καὶ Σιλουανοῦ “καὶ Τιμοθέου.” Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἄλλο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκ ἔστι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας· ἀλλὰ καὶ ἐν αὐτῷ γέγονε, τουτέστιν ὅπερ εἶπον ἀπαρασάλευτον καὶ βέβαιον μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ. Ἐν τῷ κηρύγματι πολλὰ ἐστὶ τὰ ἐπαγγελλόμενα, ἀνάστασις νεκρῶν, υἱοθεσία, ἐλπίδες τοῦ μέλλοντος αἰῶνος· φησὶν οὖν· οὐ μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει τε καὶ κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· Θεοῦ γάρ εἰσιν· ἢ τὰς ἐπαγγελίας, αὐτὸ τὸ κήρυγμα λέγει· ὁ γὰρ σύνδεσμος ὁ “γὰρ” τοῦτο δηλοῖ· πρόπαλαι γὰρ ἡ εἰς Χριστὸν πίστις ἐπήγγελτο. Ἐν αὐτῷ τὸ ναὶ, καὶ ἐν αὐτῷ τὸ ἀμήν. Ὅσαι γὰρ, φησὶν, ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ τῷ Θεῷ, τουτέστι δι’ αὐτοῦ τοῦ Θεοῦ τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσι· τὸ γὰρ πληροῦσθαι ἔχουσαι τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσιν εἰς τὸ γενέσθαι δόξαν τῷ Θεῷ δι’ ἡμῶν. Ἢ οὕτως. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ ἔχουσι τὸ ναὶ καὶ τὸ ἀμὴν δι’ ἡμῶν. ὡσεὶ ἔλεγεν αὐτὸς μὲν τὸ ναὶ ταῖς οἰκείαις δίδωσιν ἐπαγγελίαις· δι’ ἡμῶν δὲ τοῦτο ποιεῖ εἰς τὸ δοξασθῆναι τὸν Θεὸν, ὅτι δι’ ἀνθρώπων τὰ τοσαῦτα ποιεῖ. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν. Ἐπειδὴ εἶπε δι’ ἡμῶν πληροῦνται αἱ ἐπαγγελίαι, ἐπιδιορθοῦται αὐτῷ φησὶ, δι’ ἡμῶν μὲν ὡς διακόνων ποιεῖ· αὐτὸς δὲ ὁ Πατὴρ ὁ βεβαιῶν καὶ ὑμᾶς καὶ ἡμᾶς εἰς τὴν τοῦ Υἱοῦ αὐτοῦ πίστιν, αὐτὸς τὰς ἐπαγγελίας πληροῖ, ὀργάνοις ἡμῖν χρώμενος· τὸ γὰρ πληροῖ συνυπακουστέον, ἵνα ᾖ οὕτως, ὁ βεβαιῶν ἡμᾶς καὶ ὁ δοὺς, αὐτὸς πληροῖ τὰς οἰκείας ὑποσχέσεις. Καὶ χρίσας ἡμᾶς Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς. Οἱ χριόμενοι ἐν τῇ παλαιᾷ ἣ ἱερεῖς ἣ προφῆται ἣ βασιλεῖς ἐγίνοντο· καὶ νῦν φησι, χριόμεθα, ἵνα πάντα γενώμεθα, βασιλεῖς μὲν καὶ ἄρχοντες τῶν παθῶν, ἱερεῖς δὲ τὰ οἰκεῖα ἱερουργοῦντες σώματα, κατὰ τὸ “παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν.” προφῆται δὲ τὰ μεγάλα μυστήρια διδασκόμενοι. χρίει δὲ καὶ σφραγίζει ὁ Πατὴρ διὰ τοῦ Ἁγίου Πνεύματος· ταῦτα γὰρ, φησὶν, ἡ χρίσις καὶ ἡ σφραγὶς ἀρραβών ἐστι τοῦ παρακλήτου. Διὰ τοῦτο δὲ οὐκ εἶπε τὸ Πνεῦμα δοὺς, ἀλλ’ ἀρραβὼν Πνεύματος, βεβαιῶν τὰς μελλούσας ἐλπίδας. Ὁ γὰρ ἀρραβὼν εἴωθε βεβαιοῦν τὸ πᾶν σύνταγμα· τοιγαροῦν καὶ ὁ νῦν ἀρραβὼν τοῦ Πνεύματος πιστοῦται ἡμῖν τὰ μέλλοντα, “ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ “οὑς οὐκ ἤκουσε.” Καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἔξωθεν συνυπακουστέον αὐτός ἐστιν ὁ πληρῶν τὰς οἰκείας, φησὶν, ὑποσχέσεις. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Ἄνω εἰπὼν διὰ τὸ μὴ ἔχειν ἑαυτοῦ ἐξουσίαν, ἀλλαχοῦ ἀποσταλεὶς ὑπὸ τοῦ Πνεύματος· πῶς νῦν λέγει “φειδόμενος ὑμῶν οὐκ “ἦλθον ”καὶ φαμὲν, ὅτι ὅτε ἀφέθη ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν, διὰ τὸ φείδεσθαι οὐκ ἀπῆλθεν· ἣ μετὰ τῆς κωλύσεως τοῦ Πνεύματος καὶ τοῦτο ἐκώλυσεν, ἣ καὶ εἰς τοῦτο ὑπ’ αὐτοῦ ἐκωλύθη· ἤσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ μετανοήσαντες, καὶ περιεμεινεν τὴν μετάνοιαν αὐτῶν, καὶ διὰ τοῦτο εἶπε “φειδόμενος.” ἐπετέτραπτο γὰρ αὐτῷ καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας· καὶ μαρτυρεῖ Ἐλύμας ὁ μάγος. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Επειδὴ ἀπονοίας ἐδόκει τὸ εἰπεῖν, φειδόμενος ὑμῶν· ἐκείνων γάρ τις φείδεται, ὧν ἔχει ἐξουσίαν, θεραπεύει αὐτὸ, καὶ φησιν, οὐ διὰ τὸ ἐξουσίαν ἔχειν τῆς πίστεως ὑμῶν εἶπον τὸ “φειδόμενος·” γνώμης γὰρ ἡ πίστις καὶ προαιρέσεως, καὶ οὐδεὶς ἀναγκάζει πιστεῦσαι τὸν ἄκοντα· ἀλλ’ ἐπειδὴ, φησὶ, συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, διὰ τοῦτο εἶπον φειδόμενος ὑμῶν· τί δέ ἐστι τοῦτο, ὅρα· εὐφραινόμενος, φησὶν, εἰς ὑμᾶς, ἐγὼ συνεργῶ ὑμῖν εἰς τὸ καὶ ὑμᾶς χαίρειν ἐπὶ τῇ ἐμῇ δι’ ὑμᾶς εὐφροσύνῃ· εἰ οὖν ἦλθον διὰ τοὺς ἁμαρτήσαντας, μηκέτι μὲν εὐφραινόμενοι; πενθῶν δὲ, εἰς λύπην καὶ ὑμᾶς ἔβαλλον. Ἐφεισάμην οὗν ἐλθεῖν, ἵνα μὴ πρόφασις γένωμαι λύπης ὑμῖν. Τῇ γὰρ πίστει ἑστήκατε. Eἰπῶν, ὅτι τῇ πίστει ἑστήκατε, ἐμφαίνει ὅτι ἐν ἄλλοις ἐσφάλλοντο, ὃ καὶ παρακατιὼν σαφηνίζει ἐν τῷ τῆς Ἐπιστολῆς τέλει. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμὰς. Τὸ “πάλιν” δείκνυσι καὶ ἤδη λυπηθέντα αὐτὸν ἐπ’ αὐτοῖς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς. Θεραπευτικὸς ὁ λόγος· φησὶ γὰρ, εἰ καὶ λυπῶ ὑμᾶς ἐν τῷ ἐπιτιμᾷν ἀποστρέφεσθαι ὑμᾶς· πλὴν εὐφραίνομαι δι’ αὐτὸ τοῦτο, ὅτι τοσοῦτον ὑμῖν ἐμοῦ μέλει, ὡς δάκνεσθαι ἐκ τῆς ἐμῆς ἀποστροφῆς καὶ λύπης. Θεοδωρίτου. Τί γὰρ μὲ, φησὶν, εὐφραίνει οὕτως, ὡς τῶν ἐγκαλουμένων ἡ αἴσθησις ; τεκμηριοῖ γὰρ αὕτη τὴν ἐκ τῶν ἐγκλημάτων γινομένην ὠφέλειαν. Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό. Πότε ἔγραψε, καὶ τι ; ἐν τῷ τέλει τῆς νῦν Ἐπιστολῆς· ἔγραψε δὲ τοὺς ἡμαρτηκότας ἐνάγων εἰς μετάνοιαν· μὴ ἐλθόντα γάρ με, φησὶ, πάλιν ταπεινώσει ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προαμαρτησάντων καὶ μὴ μετανοησάντων· τοῦτο οὑν, φησὶ, προέγραψα, ἵνα διορθώσωνται καὶ μὴ λύπην σχῶ ἀφ’ ὑμῶν ἀφ’ ὧν κατορθούντων χαίρειν ἔδει. Πεποιθὼς ἐπὶ πάντας ὑμᾶς. Καὶ τοῦτο βουλόμενος, φησὶν, οὐ χάριν τοῦ ἐμὲ μόνον εὐφρανθῆναι βούλομαι, ἀλλὰ καὶ ὑμᾶς· πέποιθα γὰρ, ὅτι ἡ διόρθωσις τῶν ἀδελφῶν καὶ ἐμοὶ τίκτει χαρὰν καὶ ὑμῖν· ἡ γὰρ ἐμὴ χαρὰ πρόφασις γίνεται καὶ ὑμετέρας χαρᾶς· οὕτω με, φησὶν, άγαπατε. πατε. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Επεὶ οὖν ἡ διόρθωσις τῶν ἀδελφῶν κοινῆς χαρᾶς πρόξενος γίνεται, πάνυ αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης, ἀλγῶ καὶ τρύχομαι· τοιγαροῦν τὰς ἐγκλήσεις καὶ ἐπιτιμήσεις ἃς ἔγραψα, “ἀπὸ θλί- “ψεως καὶ συνοχῆς καρδίας ἔγραψα” οὐχ ἵνα λυπηθῆτε σπουδάζων· τοῦτο γὰρ καὶ ἄλλως ἀνόνητον· ἀλλ’ ἵνα πνευματικῶς καὶ ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, θεραπεῦσαι δὲ αὐτοὺς θέλων, φησὶν, ἵνα τὴν ἀγάπην μου γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν καὶ κατατρύχεσθαι ἐφ’ οἷς ἁμαρτάνετε ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης καθέστηκε. Ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Πλεῖον, φησὶ, τῶν λοιπῶν μου μαθητῶν· καὶ γὰρ πολλοὶ ἦσαν ἐν Κορίνθῳ πιστοὶ καὶ δόκιμοι. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν. βούλεται διὰ τούτων ἀγάπην κυρωθῆναι εἰς τὸν πεπορνεικότα, περὶ οὗ ἔγραψεν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· καὶ γὰρ πάντες αὐτὸν ἦσαν ἀποστραφέντες ταῖς τούτου κελεύσεσι· καὶ ὅρα τι ποιεῖ, κοινωνοὺς αὐτοὺς ποιεῖται τῆς λύπης ὡς κοινὴ πάντων λυπηθέντων τῶν ἔπι τῳ γενομένῳ, ἴνα καὶ τῆς διδομένης συγγνώμης γίγνωνται κοινωνοί. “Εἰ δέ τις λελύπηκε,” φησὶ, τὸν πεπορνευκότα λέγων, οὐκ ἐμὲ λελύπηκε μόνον, ἀλλὰ καὶ ὑμᾶς ἐν μέρει· τοῦτο γὰρ οἱ τὸ ἀπὸ μέρους ἐν μέρει δὲ εἶπον, φησιν, ἴνα μὴ ἐπι- “βαρῶ,” τουτέστιν, ἐπιπαροξύνω κατ’ αὐτοῦ πάντας ὑμᾶς. Ἢ οὕτως μεθ’ ὑπερβατοῦ· λελύπηκε πάντας ὑμᾶς ἐν μέρει, τοῦτο δὲ εἶπον, ἵνα μὴ ἐπιβαρήσω τὸν πεπορνευκότα ἐκ τοῦ λέγειν τοσοῦτον αὐτὸν λαὸν λελυπηκέναι. Θεοδωρίτου. :Εἰ καὶ τὶ εἰπεῖν ἠβουλήθην, καὶ δεῖξαι πᾶν τὰ σῶμα τῆς ἐκκλησίας κοινωνῆσαν τῆς λύπης, ἀλλὰ τοὺς ἄλλους καταλιπὼν αὐτῶν ἐμνημόνευσε μόνον· τοῦτο γὰρ δηλοῖ τὸ “ἀπὸ “μέρους,” καὶ “ἵνα μὴ ἐπιβαρῶ·” ε7τα τὴν πατρικὴν φιλοστομ γίαν γυμνοῖ λέγων, “ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη.” Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ οὔτε ἄνω οὔτε ὧδε τίθησιν, αὐτοῦ φειδόμενος, μή πὼς τῇ ὀνομασίᾳ αὐτοῦ πάλιν ἀναζέσῃ ὁ κατ’ αὐτοῦ τῶν Κορινθίων θυμός. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ πα- ρακάλεσαι. Μῆ μόνον, φησὶ, λύσητε τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παρακαλέσατε αὐτὸν, καὶ ἐν τῇ προτέρᾳ ἔχετε τάξει· ἐναντίον δὲ ἡ παράκλησις τῆς ἐπιτιμήσεως· ὁρ́α δὲ, ἵνα μὴ νομίσῃ ὁ πεπορνευκὼς ἱκανῶς μετανενοηκέναι καὶ τοῦ λοιποῦ ῥᾳθυμότερος γένηται, φησὶ, “χαρίσασθαι,” εἰ καὶ μὴ ἄξιον, φησὶν, ἐστὶ λαβεῖν κατὰ ὀφειλὴν τὴν συγγνώμην. Μήπως τῆ περισσοτέρᾳ λύπη καταποθῇ ὁ τοιοῦτος. Ὡς ὁ Ἰούδας ἀπὸ τῆς ἀμέτρου λύπης· ἣ “καταποθῇ,” ὑπὸ τοῦ Σατανᾶ· δηλοῖ δὲ ἄφατον τὴν λύπην τοῦ πεπορνευκότος. Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ὡς διδάσκαλος κελεύει, ἀλλ’ ὡς συνήγορος δικαστὰς παρακαλεῖ. Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Μῆ ἁπλῶς, ἀλλὰ παγίως· μεγίστην δὲ τοῦτο δείκνυσι Κορινθίων ἀρετὴν, ὅτι οὕτω μετεβλήθησαν, ὥστε ἐφ’ ᾧ πρότερον ἐφυσιοῦντο, “καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστὲ,” νῦν ἔχθραν ἄσπονδον ἔχειν. Ἴνα γνῷ τὴν δοκιμὴν ὑμῶν. Τὴν ἐν τῇ ἀκοῇ δηλονότι εἰς τοῦτο ἔγραψα, τουτέστι, διὰ τοῦτο, φησιν, ἔγραψα ὕμιν ταύτα, ἴνα γνῷ ἄρα ὡσπερ ἠκούσατε μου καὶ ἀπεκόψατε ἑαυτοὺς ἀπ’ αὐτοῦ, οὕτως μου ἀκούσεσθε καὶ εἰς τὸ δέξασθαι αὐτόν. καί τοι οὐ μόνον διὰ τὴν ἐκείνου σωτηρίαν, ἵνα μὴ ’*τῇ περισσοτέρᾳ λύπῃ καταποθᾒ” ἔγραψεν, ἀλλὰ προτρέψα- σθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται. Ὦι δέ τι χαρίζεσθε, καὶ ἐγώ. Ὅρα, αὐτοὺς μὲν ἐν πρωτοτύπῳ τέταχεν, ἑαυτὸν δὲ ἐν παρεπομένῳ. Εἶτα ἵνα μὴ ἀκούσαντες “ᾧτ’ δέ τι χαρίζεσθε,” νομίσωσι κύριοι εἶναι τοῦ ἀπολύειν καὶ μὴ, καὶ ἑαυτὸν προστίθησι, τῷ εἰπεῖν “καὶ ἐγὼ” δι’ ὑμᾶς, φησὶ, κεχάρισμαι. Ἤιδειν γὰρ χαριζόμενος καὶ ὑμῖν ἐκ τούτου. εἶτα ἵνα μὴ νομισθῇ δι’ ἀνθρώπους συγκεχωρηκέναι, ἐπάγει, “ἐν προσώπῳ Χριστοῦ,” τουτέστι κατὰ Χριστὸν τοῦτο ποιήσας, ὡς καὶ ἐπ’ ὄψεσι Χριστοῦ πράττων, ἢ ἐν προσώπῳ Χριστοῦ, τουτέστιν, εἰς δόξαν Χριστοῦ, ἵνα αὐτοῦ τὸ ὄνομα καὶ οἷον τὸ πρόσωπον ἐπὶ φιλανθρωπίᾳ δοξασθῇ. καὶ γὰρ δόξα Χριστοῦ τὸ τῶν μαθητῶν αὐτοῦ φιλάνθρωπον. Εἰ οὖν εἰς δόξαν Χριστοῦ γίνεται τὸ γινόμενον, πῶς δύνασθε μὴ συγγνῶναι καὶ δέξασθαι αὐτόν ; Ινα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Τοῦτο δὲ λέγω, “ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.” εἰ γὰρ εἰάθη οὗτος, καὶ ἐκ τῆς περισσοτέρας λύπης κατεπόθη, ἐμέλλομεν πλεονεκτεῖσθαι ὑπὸ τοῦ διαβόλου· τὰ μὴ αὐτοῦ γὰρ λαμβάνων, ἐμείου τὴν ποίμνην τοῦ Χριστοῦ, καὶ τοῦ σώματος ἡμῶν ἀφῄρητο· πάντες γὰρ ἀλλήλων μέλη ἐστὲ, φησίν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὅτι ποικίλα καὶ δολερὰ καὶ κακομήχανα· οὐ γὰρ μόνον ἐκ τοῦ εἰς πορνείαν ἐμβάλλειν ὑποσκελίζει, ἀλλὰ καὶ ἐκ τῆς ἐπὶ τῇ μεταμελείᾳ λύπης δύναται εἰς ἀπόγνωσιν σκελίσαι, ὅταν ἄμετρος ἦ· ὅταν οὖν καὶ ἐξ ὧν ἁμαρτάνομεν καὶ ἐξ ὧν μεταμελώμεθα ἁλώσιμοι αὐτῷ ἐσμεν, πῶς οὐχὶ πλεονεκτώμεθα ;