Ancient Greek
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Γ..1
Not analysed yet
Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις δι’ ἧς καὶ συνίστασθαι φησίν. Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα, εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τῖτον τὸν ἀδελφόν μου. Οὐχ ἁπλῶς ἀποδημήσας, ἀλλ’ εἰς τὸ Εὐαγγέλιον, τουτέστιν επι τὸ κήρυξαι. Θέλει εἰπεῖν ὅτι πρὸς τοῖς πειρασμοῖς, καὶ ἡ ἀπουσία Τίτου αὐτὸν ἔθλιβε· δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ στερεῖσθαι· πλὴν οὐκ εἶπεν, οὐκ ἐκήρυξα, ἤγουν τῆς σωτηρίας τῶν προσιόντων τῇ πίστει οὐκ ἐφρόντισα, ἀλλ’ “οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου,” τουτέστιν, ἐλυπούμην καὶ ἠδημόνουν· τὸ μέντοι κήρυγμα οὐ παρὰ τοῦτο ἐνεποδίζετο, καὶ τοσαύτη ἦν, φησὶ, λύπη ὅτι, καὶ θύρας μοι ἀνεῳγμένης, τουτέστι, καὶ μαθητῶν εὐπορῶν καὶ τοῦ λόγου τρέχοντος, ὅμως ἤλγουν ἐπὶ τῇ ἀπουσίᾳ Τίτου. Τὸ ἐν προσώπῳ Χριστοῦ, ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ τοῦτο κελεύοντος, ὃ μάλιστα αὐτοὺς ἔπειθεν. Ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν. Τὸ “ἀποταξάμενος” οὐκ ἔστι τὸ ἑλόμενος μὴ κηρύξαι, ἄπαγε· οἷον γὰρ ἦν εἰ διὰ τὴν ἀπουσίαν Τίτου ἐνεποδίσθη τὸ κήρυγμα, ἀλλὰ ἀντὶ τοῦ, οὐ τοσοῦτον ἐπιμείνας πρὸς αὐτοὺς, ὅσον ἤθελον ἐκεῖνοι· τοῦτο μὲν ἴσως καὶ τοῦ Πνεύματος ἐπιτρέψαντος, πλὴν ἐποίει τι καὶ ἀπουσία Τίτου· ἴσως δὲ καὶ χρειώδης ἦν αὐτῷ τῷ κηρύγματι ὁ Τίτος. τῷ δὲ Θεῷ χάρις. Εἶτα ἐπειδὴ πολλὰς κατέλεξε λύπας, τὰς ἐν Ἀσίᾳ, τὰς ἐν Τρωάδι, αὐτὸ τὸ μὴ ἐλθεῖν πρὸς αὐτοὺς, ἵνα μὴ νομίσωσιν εἶναι ταῦτα ὀλοφυρόμενα τὰ ῥήματα, ἐπάγει, “τῷ δὲ Θεῷ χάρις τῷ “θριαμβεύοντι ἡμᾶς,” τουτέστιν, εὐχαριστοῦμεν τῶ Θεῷ, τῷ φανεροῦντι ἡμᾶς καὶ καταδήλους ποιοῦντι διὰ τοῦ πάσχειν κακῶς· φανεροῦντι δὲ μετὰ τῶν κατὰ τοῦ διαβόλου νικῶν καὶ τροπαίων· τοῦτο γὰρ ὁ θρίαμβος βούλεται, ἐν γὰρ τῷ πάσχειν κακῶς αἱ κατὰ τοῦ διαβόλου νίκαι συνίστανται. Ὅσον γάρ τις πλεῖον πάσχει, πλεῖον νικᾷ. τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, Οἶον διὰ τὸν Χριστὸν, διὰ τὸ κήρυγμα. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ. Ἡ ὀσμὴ τῆς γνώσεως δύο δηλοῖ· ὅτι τε τὸ κήρυγμα οὐράνιόν ἐστι μύρον, καὶ ὅτι οὐκ ἀνακεκάλυπται πᾶσι καὶ πρόδηλόν ἐστιν, ὅπερ καὶ ἀλλαχοῦ φησιν, “ἄρτι βλέπομεν δι’ ἐσόπτρου ἐν αἰνί- “γματι.” Ὥσπερ γὰρ ἡ ὀσμὴ δηλοῖ μὲν εἶναί που μύρον, τὴν δὲ οὐσίαν αὐτὴν οὐ δηλοῖ τοῦ πνέοντος, οὕτω καὶ ἡ διὰ τοῦ κηρύγματος γνῶσις δηλοῖ μὲν καὶ διδάσκει εἶναι Θεὸν, ὁποῖος δὲ τὴν οὐσίαν, οὐκέτι. Φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ. Θυμιαστήριον γὰρ, φησὶν, ἐσμὲν τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος, τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ. Ἄν τε γὰρ, σώζηταί τις, φησὶν, ἄν τε ἀπόλλυται, τὸ Εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει· οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Οὐ μόνον, φησὶν, εὐωδίαν κηρύσσομεν, ἀλλὰ καὶ ἡμεῖς οἱ Ἀπόστολοι “εὐωδία ἐσμὲν Χριστῷ τῷ Θεῷ” οἷον ἀναφερομένη, πῶς ; ἣ ἑαυτοὺς ἱερουργοῦντες, ἣ ἀπὸ τῶν ἔξωθεν καθ’ ἡμέραν ἀποθνήσκοντες, καὶ εἰσὶ ἱερεία λογιζόμενοι Χριστοῦ. Ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Εὐωδία τοιγαροῦν ἐσμεν, καὶ εὐωδίαν κηρύσσομεν, κἄν τις ἐκ τούτου σώζηται διὰ τὴν πίστιν, κἄν τις ἀπόλλυται δι’ ἀπιστίαν· ὥσπερ γὰρ ὁ ἥλιος καὶ τὸ μέλι τοῖς ἀμβλυώττουσι καὶ τοῖς κακουχουμένοις οὐ κατὰ τὴν οἰκείαν ὁρᾶται φύσιν, ἀλλ’ οὐ παρὰ τοῦτο ἣ σκοτεινὸς ἐκεῖνος ἣ τὸ μέλι πικρὸν, οὕτως καὶ τὸ κήρυγμα· καὶ ἡμεῖς, κἂν ἀπόλλυνταί τινες τῇ ἀπιστίᾳ, οὐ παρὰ τοῦτο οὐκ ἔστι πνευματικὸν μύρον, ἀλλὰ καὶ κατὰ τοῦτο ἔστι θαυμάσαι, ὅτι τοὺς κακοὺς ἐλέγχει, ἐπεὶ καὶ τὸ μύρον τοὺς χοίρους πνίγειν λόγος, καὶ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει. Οἷς μὲν, ὀσμὴ θανάτου εἰς θάνατον. Οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν, ἐπεὶ καὶ “ὁ Χριστὸς λίθος ἦν προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς “ἀπολλυμένοις.” Καὶ πρὸς ταῦτα τίς ἱκανός ; Ἄρα πρὸς τὴν τοσαύτην χάριν δοκεῖτε ἡμᾶς ἱκανοὺς εἶναι, ὡς εἶναι εὐωδίαν Χριστοῦ ; οὐ μὲν οὖν, ἀλλὰ τὸ ὅλον τῆς χάριτός ἐστιν. Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. Τοὺς ψευδαποστόλους ἐνταῦθα αἰνίττεται, οἱ τὴν τοῦ Θεοῦ χάριν οἰκεῖον ἔφασκον κατόρθωμα· καί φησι, διὰ τοῦτο εἶπον, “τίς “ἱκανός ”καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατέθεικα, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ, τουτέστιν οἱ ψευδαπόστολοι, καπηλεύων καὶ νοθεύων τὴν δωρεὰν τοῦ Θεοῦ· ὅταν γὰρ ὁ Θεὸς δῷ δωρεὰν, λέγει δέ τις ἀπὸ οἰκείων πόνων αὐτὴν κεκτῆσθαι, νοθεύει τὴν χάριν τοῦ Θεοῦ· ἣ τοῦτο φησὶ, διὰ τοῦτο τοῖς μὲν ἀπολλυμένοις ὀσμή ἐστι θανάτου, τοῖς δὲ σωζομένοις ὀσμὴ ζωῆς, ἐπειδὴ οὐ καπηλεύομεν τὸν λόγον ὡς καί τινες συμμεταβάλλοντες αὐτὸν τοῖς καιροῖς καὶ τοῖς προσώποις αἰσχροῦ κέρδους χάριν, ἀλλὰ τὴν ἀλήθειαν κηρύσσομεν, ἵνα καὶ οἱ ἄξιοι σωθῶσι καὶ οἱ ἀνάξιοι τῆ οἰκείᾳ ἀπιστίᾳ ἀπόλωνται· καὶ γὰρ ἐξ εἰλικρινείας λαλοῦμεν ἃ εἴδομεν ἣ ἠκούσαμεν παρὰ τοῦ Χριστοῦ. Ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας. Ἀλλ’ ὡς ἐκ Θεοῦ λαβόντες καὶ μαθόντες ὡς ἐνώπιον τοῦ Θεοῦ λαλοῦντες, καὶ ὡς ἐν Χριστῷ, τουτέστι διὰ Χριστοῦ ἐνηχούμενοι καὶ διδασκόμενοι λαλοῦμεν· βαβαὶ, πόσην ἀλήθειαν τῷ κηρύγματι ἐμαρτύρησεν ; Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν. Ισως ἐρεῖ τις, φησὶν, ὅτι ταῦτα διεξερχόμεθα βουλόμενοι ὑμῖν ἑαυτοὺς συνιστᾷν καὶ παρατίθεσθαι, εἰ μὴ χρήζομεν κατ᾿ ἐρώτησιν ἀνάγνωθι) ἆρα μὴ χρήζομεν, ἢ ἀφ’ ὑμῶν πρὸς ἑτέρους, ἣ ἀφ’ ἑτέρων πρὸς ὑμᾶς συστατικῶν, τουτέστι παραθετικῶν, ἐπιστολῶν ; διὰ τοῦτο τοὺς ψευδαποστόλους αἰνίττεται. Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε. Ἀντὶ ἐπιστολῆς δυναμένης ἡμᾶς παραθέσθαι, ὑμᾶς ἔχομεν, καὶ τὴν ὑμῶν κατὰ Θεὸν εὐδοκίμησιν· δεῖγμα γὰρ ἀρετῆς διδασκάλου, ἡ τῶν μαθητῶν εὐδοκίμησις· οἱ οὖν πρὸς ἄλλους ὑμᾶς ἔχοντες εἰς λόγον συστάσεως, οὐκ ἃν πρὸς ὑμᾶς συστάσεως ἐδεήθημεν. Εγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Ἐν νῷ γὰρ ὑμᾶς ἔχοντες, φησὶν, ὡς καὶ ἐγγεγράφθαι ἡμῖν δοκεῖν διὰ τὸ ἀνεξάλειπτον πανταχοῦ περιφέρομεν ὑμᾶς, καὶ ἐκ τῆς ὑμῶν ἀρετῆς ἔχομεν παρ’ ἑτέροις σύστασιν· ὅπερ φησὶ καὶ ἐν τῇ πρώτῃ Ἐπιστολῇ· “ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς “ὑμεῖς ἐστε ἐν τῷ Κυρίῳ”. Ἀναγιγνωσκομένη. τῷ πανταχόσε ὑμᾶς περιφέρειν τῇ μνήμῃ· διὰ οὖν τῆς ἀναγνώσεως γιγνώσκεσθε· ἀνάγνωσιν δὲ καλεῖ τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ μνήμην. Ἐπιστολὴ Χριστοῦ. Πῶς ; τῷ τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολὰς παρ’ ὑμῖν γραμμάτων δίκην μένειν καὶ φυλάττεσθαι. Ὑφ᾿ ἡμῶν. Οἱ δὲ τῆς γνώσεως καὶ τοῦ κηρύγματος τούτου διάκονοι ἡμεῖς εἰς ὑμᾶς ἐγενόμεθα, καὶ ὥσπερ Μώσης διάκονος τοῦ νόμου γέγονεν, οὕτως ἡμεῖς τοῦ κηρύγματος· καὶ ὥσπερ ἐκεῖνος τὰς πλάκας ἐλάξευσεν a, οὕτως ἡμεῖς τὰς ὑμῶν καρδίας· εἶτα ἐκ τούτου εἰς σύγκρισιν ἦλθε τοῦ πάλαι νόμου καὶ τῆς νέας, καί φησιν, ἐκεῖνος μὲν μέλανι, αὕτη δὲ πνεύματι γέγραπται· ἐκεῖνος ἐν λίθοις, αὕτη δὲ ἐν σαρκίναις πλαξὶν, οἷον ἐν καρδίαις· ὅσῳ καὶ τὸ πνεῦμα τοῦ μέλανος, καὶ λίθων ἡ καρδία διαφέρει, τοσούτῳ φησὶ, καὶ ἡ νέα τοῦ νόμου καὶ τῆς παλαιᾶς. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν. Εἶτα ἐπειδὴ τὸ δεῖξαι τὴν νέαν μείζονα τοῦ νόμου καὶ τῆς παλαιᾶς συνυπηκούετο κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ διακόνου τῆς παλαιᾶς Μώσεως μείζους εἶναι τοὺς Ἀποστόλους· ἐφ’ ὣν γὰρ τὰ πράγματα μείζονα, ἐπὶ τούτων καὶ οἱ διάκονοι. ὅλον τῷ Θεῷ ἀνατίθησι τὸ πρᾶγμα, καὶ φησι, “πεποίθησιν δὲ τοιαύτην ἔχομεν· ”ὑπερβατὸν, ὅτι ἡ ἱκανότης ἦν ἐκ τοῦ Θεοῦ, καὶ τὰ λοιπὰ διὰ μέσου, θαρροῦμεν, φησὶ, καὶ πεποίθαμεν ἐς τὸν Θεὸν, διὰ Χριστοῦ τὸ θαρρεῖν ἔχοντες, ὅτι ἡμεῖς μὲν οὐχ ἱκανοί ἐσμεν τοσαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, ἀλλ’ οὐδὲ ἐν νῷ λαβεῖν τοῦ πράγματος τὸ μέγεθος, ἢ ὅλως λογίσασθαι τι ἐν αὐτῷ, ἀλλ’ ὅτι αὐτὸς ηὐδόκησεν ἡμᾶς ἱκανοὺς γενέσθαι τῷ τηλικούτῳ πράγματι. Οὐ γράμματος, ἀλλὰ Πνεύματος. Ὁ γὰρ νόμος γράμμα ἔφερε, τὸ δὲ Χριστοῦ κήρυγμα Πνεύμάτος a ἐλάλαξεν Cod. ἐπιφοίτησιν· ἦν μὲν γὰρ καὶ ὁ νόμος πνευματικός· ἀλλ’ οὐ Πνεῦμα ἐχαρίζετο, ὅπερ ποιεῖ τὸ κήρυγμα, ὡσεὶ ἔλεγεν, ἡμεῖς οὐ γράμματα ἐπιστεύθημεν ὡς Μώσης, ἀλλὰ Πνεῦμα διδόναι. To γὰρ γράμμα. Ὁ νόμος, φησὶν, ἀποκτείνει· ἐὰν γὰρ λάβῃ πλημμελοῦντα, ἀναιρεῖ αὐτόν· “παραβάς γάρ τις,” φησὶ, “νόμον Μώσεως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·” τὸ δὲ Πνεῦμα νενεκρωμένους ταῖς ἁμαρτίαις λαμβάνον, ἐν τῷ βαπτίσματι ζωοποιεῖ.