Ancient Greek · ~211 min
ΚΕΦ. Ι.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Ι..1
Not analysed yet
Διήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάριτος πρὸς τὸ μὴ του ἐπιπλάστοις προστίθεσθαι Κορινθίοις. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Μέγα τὸ ἀξίωμα, ἐγὼ Παῦλος, φησὶ, τουτέστιν, ὁ Ἀπόστολος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὡς καὶ ἀλλαχοῦ, ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν. ἐπαρτήσατο τὸν περὶ ἐλεημοσύνης λόγον· ἄρχεται τῶν ἐπιτιμητικωτέρων λόγων· κατέταττε τῶν ψευδαποστόλων καὶ τῶν λοιδορούντων αὐτὸν, καὶ ἑαυτὸν συνίστησιν, ἱν, εἰς ἀνάγκην ἐλθὼν τοῦ μὴ καὶ τὸ κήρυγμα συνευτελισθῆναι, εἰ αὐτὸς φαῦλος τῇ σιωπῇ νομισθείη· καὶ τὰ τῆς νομισθείσης αὐτῷ χάριτος μετὰ δαψιλείας φησὶ κατορθωμάτων, καὶ τὴν ὑπ’ αὐτοῦ ὑπομονὴν, καὶ τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας. Παρακαλῶ ὑμᾶς— Τοῦτο θέλει εἰπεῖν, δέομαι ὑμῶν, μή με ἀναγκάσωσιν, εἰ λοιδοροῦντές με χρήσασθαι μου τῇ δυνάμει κατ’ αὐτῶν, ὑμῶν δέομαι, ὡς λέγειν εἰώθαμεν, συμβουλεύσατε αὐτοῖς, μὴ εἰς τοῦτό με ἀγαγεῖν. Καὶ ἐπιεικείας— Μέγα μὲν καὶ τὸ Παῦλον παρακαλεῖν· ὅταν δὲ καὶ διὰ τῆς ἐπιεικείας Χριστοῦ τὴν ἱκεσίαν ποιῆται φρικωδέστερον. Κατὰ πρόσωπον— Ἢ κατὰ εἰρωνείαν τοῦτό φησι τοῖς τῶν διαβαλλόντων χρησάμενος λόγοις. Ἔλεγον γὰρ “ὅτι ἡ παρουσία ἀσθενὴς, αἱ δὲ ἐπι- “στολαὶ βαρεῖαι,” λέγει οὖν, δέομαι ὑμῶν, ὁ παρὼν μὲν ταπεινὸς ὡς αὐτοὶ, φησίν· ἀπὼν δὲ θαρρῶν τὰ μείζω μου γράφειν· ἣ τοῦτό φησι, ταπεινὸς μέν εἰμι, πλὴν θαρρῶν τῇ ἀγάπῃ ὑμῶν τολμῶ ταῦτα γράφειν· τί δὲ δέῃ τὸ μὴ θαρρῆσαι, φησὶ, τουτέστι τοῦ μὴ θαρρούντως χρήσασθαι, ἐρχόμενος πρὸς ὑμᾶς καὶ παρὼν τῇ δυνάμει μου· πεποίθησιν γὰρ τὴν πνευματικὴν αὐτοῦ δύναμιν καλεῖ διὰ τὸ ῥᾳδίως δύνασθαι τοὺς ἐναντίους ἀμύνασθαι· ποίᾳ δυνάμει; ᾗτινι, φησὶ, λογίζομαι τολμῆσαι ὡσεὶ ἔλεγεν, οὔπω κέκρικα χρήσασθαι αὐτῇ, ἀλλ’ ἔτι λογίζομαι τολμῆσαι χρήσασθαί μου τῇ δυνάμει. Δέομαι δὲ— Ἐπειδὴ γὰρ ἔλεγον ὅτι παρὼν εὐτελής ἐστι, φησὶ, μὴ παρὼν τιμωρήσομαι. Τολμῆσαι— Ὁρᾷς πῶς ἐστι ταπεινός; ἀνάγκης γὰρ οὔσης χρήσασθαι τῇ δυνάμει, ὀκνεῖ καὶ ἀναδύεται, καὶ τόλμαν τὸ πρᾶγμα καλεῖ· τοῦτο γὰρ ἀρίστου διδασκάλου τῇ ἀναβολῇ χώραν παρέχειν τῇ μετα- νοίᾳ. Κατὰ σάρκα— Κατὰ τίνων, φησὶν, ἔχεις χρήσασθαι παρὼν τῇ δυνάμει τῇ πνευματικῇ; ἐπὶ τίνας, φησὶ, τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. οἱ γὰρ ψευδαπόστολοι διέβαλλον αὐτὸν ὡς ὑποκριτὴν καὶ ἀπατεῶνα καὶ πάντα πρὸς ἐπίδειξιν ἀνθρώπων ποιοῦντα. καί φησιν, “ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα “στρατευόμεθα,” τουτέστιν οὐ σαρκικῶς ζῶμεν. ἣ περὶ τοῦ κηρύγματος λέγει τὸ “στρατευόμεθα·” πόλεμον γὰρ πρὸς τοὺς νοητοὺς καὶ αἰσθητοὺς ἐχθροὺς ἀναδεξάμενοι, οὐ σαρκικοῖς ὅπλοις κεχρήμεθα, τοῦτό ἐστιν, “οὐ κατὰ σάρκα στρατευόμεθα.” Τὰ γὰρ ὅπλα τῆς στρατείας οὐ σαρκικά. Καὶ οὕτως οὐ κατὰ σάρκα στρατευόμεθα, ὅτι καὶ τὰ ὅπλα οἷς χρώμεθα οὐκ ἔστι σαρκικὰ κατὰ τῶν ἀνθισταμένων· σαρκικὰ γὰρ ἔχει ἃν πλοῦτος, ἰσχὺς, δυναστεία, δόξα, εὐγλωττία· ἡμεῖς τοιγαροῦν οὐ τούτοις νικῶμεν, ἀλλὰ τοῖς ἐναντίοις, πενίᾳ, εὐδοξίᾳ, ἀσθενείᾳ· διὸ καὶ δυνατὰ τῷ Θεῷ αὐτὰ καλεῖ· καὶ γὰρ ἐν τούτῳ τὸ θαυμαστὸν καὶ δυνατὸν παρὰ Θεοῦ ἔχουσιν, ὅτι τοιαῦτα ὄντα περιγέγονε τῆς οἰκουμένηι. Σκόπει δὲ αὐτοῦ τὸ ἄτυφον· οὐκ εἶπεν, ἡμεῖς ἐσμὲν οἱ δυνατοὶ, ἀλλὰ τὰ ὅπλα ἡμῶν διὰ τοῦ Θεοῦ· καὶ γὰρ κἀκείνοις τὴν δύναμιν, οὐχ ἡμεῖς, ἀλλ’ ὁ Θεὸς ἔδωκε, φησίν. Ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρω- ματων. Ἔστι δὲ δυνατὰ ἡμῶν τὰ ὅπλα πρὸς καθαίρεσιν ὀχυρωμάτων. καλῶς δὲ τὸ “καθαίρεσιν,” δεικνὺς ὅτι οὐ προσβάλλομεν μηχανὰς, ἀλλ’ εὐθὺς καθαιροῦμεν ἅπαν ἐναντίον. “Ὀχυρωμάτων” δὲ, φησὶν, οἷον τοὺς Ἑλληνικοὺς συλλογισμοὺς, τὴν πλάνην αὐτῶν, τὸν τῦφον. Εἶτα ἵνα μὴ ἀκούσαντες ὀχυρώματα, σωματικόν τι νομίσωσι, φησὶ, “λογισμοὺς καθαιροῦντες,” οἷον συλλογισμοὺς καὶ τὰ τῶν Ἐππήνων σοφίσματα· ἢ ὅτι αὐτοὺς τοὺς λογισμοὺς αὐτῶν καὶ τὰς ψυχὰς καταβάλλομεν, ἐξ ἧς κεκράτηνται πλάνης, καὶ εἰς τὴν ἀλήθειαν ἄγομεν. Καὶ πᾶν ὕψωμα ἐπαιρόμενον. Ἐπέμεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν· τὰ ὅπλα, φησὶ, τὰ ἡμέτερα, κἂν ὀχύρωμα εἴπῃς, κἂν ὕψωμα, τουτέστι πυργώματά τινα καὶ φρούρια, κἂν ὁτιοῦν ἐπαιρόμενον καὶ ἀνθιστάμενον τῇ γνώσει τοῦ Θεοῦ. τῇ διὰ τοῦ κηρύγματος πάντα καθαιρεῖ. Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα. Καὶ οὕτως ἅπαν νόημα καὶ πᾶσαν διάνοιαν ἀνθρωπίνην ὑποτάσσομεν τῷ βασιλεῖ καὶ ἀρχιστρατήγῳ Χριστῷ, ὡς μηδὲ ἀναπλάσαι τοῦ λοιποῦ οὐδὲ ἀναμαχήσασθαι ἰσχῦσαι τινα τῶν ἡττηθέντων· τοῦτο γὰρ δηλοῖ τὸ αἰχμαλωτεύοντες, οἷον, αἰχμαλώτους ἐκ τῆς τοῦ πονηροῦ τυραννίδος λαμβάνοντες, ἀπὸ δουλείας εἰς ἐλευθερίαν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. Ἐνταῦθα καὶ τούτους ἐφόρμησεν, ὑμᾶς γὰρ περιεμένομεν, φησὶν, ἵνα ὅταν διὰ τῆς παραινέσεως διδαχῆς διορθώσωμεν ὑμᾶς, καὶ ἀποστήσωμεν ἐκείνων, τότε ἐκείνοις μόνοις τοῖς ἀπιστοῦσι τὴν πληγὴν ἐνέγκωμεν. ἕτοιμοι οὖν ὄντες ἐν τούτῳ ὑφ’ ἡμῶν ἀναμὶξ ὄντων κωλυόμεθα· καὶ γὰρ δέος ἐστὶ, φησὶ, μὴ καὶ ὑμῶν ἅψηται ἡ πληγὴ διὰ τὸ ἀναμεμίχθαι· ταῦτα δὲ λέγων τοὺς ψευδαποστόλους αἰνίττεται ὅπως διορθώσωνται. Ὑπακούετε μὲν καὶ νῦν, φησὶν, ἀλλ’ οὐ τελείως· διό φησιν, “ὅταν πληρωθῇ ἡ ὑπακοὴ “ὑμῶν.” Φοβήσας τοὺς ψευδαποστόλους, καὶ αὐτοὺς λοιπὸν ἐπιτιμᾷ, ἐπιπληκτικώτερον αὐτοῖς διαλεγόμενος, “τὰ κατὰ πρόσω- “πον, φησὶ, βλέπετε,” τουτέστιν, ἀπὸ τῶν φαινομένων κρίνετε· οἷον, εἴ τις πλουτεῖ, εἴ τις ἐπαίρεται, εἴ τις μεγαλαυχεῖ, εἴ τις ἀρετῆς πρόσωπον περίκειται. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι. Καὶ γὰρ οἱ ψευδαπόστολοι, ὡς Χριστοῦ ὄντες ἐμεγαλαύχουν. τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ. Ἂν ὅλως, φησὶ, μετέχει τῆς παρὰ Χριστοῦ χάριτος, ἀφ’ ἑαυτοῦ λογιζέσθω καὶ μὴ περιμενέτω παρ’ ἡμῶν διὰ τῆς ἐπιτιμήσεως μαθεῖν. Οὕτως καὶ ἡμεῖς Χριστοῦ. Ἴσως φησὶν, ἐν τούτῳ κοινωνοῦσι, καὶ οὐδὲν πλέον ἔχουσιν ἡμῶν· οὐ γὰρ αὐτοὶ μὲν Χριστοῦ, ἡμεῖς δὲ ἑτέρου τινός· τοῦτο δὲ κατά τινα συγκατάβασιν εἶπε, ἐπειδὴ προϊὼν δείκνυσιν ὅτι οὐχ ὥσπερ ἐκεῖνοι Χριστοῦ, οὕτω καὶ αὐτὸς, ἀλλ’ ἄπειρον τὸ μέσον. ὅθεν φησὶν, “ἐὰν περισσότερόν τι καυχήσομαι· ὡσεὶ ἔλεγεν, ἀρκεῖ τέως τὸ εἰπεῖν, οὕτω καὶ ἡμεῖς· ἐὰν γάρ τι πλέον τούτου εἴπω, οὐκ ἃν αἰσχυνθῶ, ἀληθῆ γὰρ, φησὶν, ἐρῶ. Περὶ τῆς ἐξουσίας ἡμῶν. Τῆς πληκτικῆς καὶ τιμωρητικῆς τῶν ἀντιδιατιθεμένων δυνάμεως· εἶτα κολάζων τὸ φορτικὸν τοῦ λόγου φησὶν, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, ὡσεὶ ἔλεγε, τὴν δύναμιν ἐλάβομεν ἐπὶ τὸ οἰκοδομεῖν ὑμᾶς πρὸς τὴν πίστιν, οὐ μὴν πρὸς τὸ τιμωρεῖσθαι τινα. Πῶς οὖν εἴποι τις καὶ νῦν αὐτοῖς ἀνατείνῃ τὴν παρὰ Χριστοῦ σοι δοθεῖσαν ἐξουσίαν, καὶ ἄνω ἔφασκες “ἐν ἑτοίμῳ ἔχοντες “ἐκδικῆσαι πᾶσαν παρακοὴν,” εἰ οὐκ ἐπὶ τιμωρίᾳ ἀλλ’ ἐπὶ οἰκοδομῇ τὴν ἐξουσίαν εἴληφας; ὅτι αὐτὸ τοῦτο, φησὶ μάλιστά ἐστιν οἰκοδομὴ ὑμῶν τὸ τὰ κωλύματα ἀναιρεῖν καὶ τὰ σκάνδαλα, οἷον τοὺς ψευδαποστόλους καταργεῖν· εἰς τοῦτο μὲν ἐλάβομεν, ἵν οἰκοδομῶμεν· ἐὰν δέ τις ἀνίατα νοσῇ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ καταβάλλοντες· ὡς εἶναι ἐν πρωτοτύπῳ μὲν τὴν οἰκοδομὴν, ἐν παρεπομένῳ δὲ τὴν καθαίρεσιν. Οὐκ αἰσχυνθήσομαι. Οὐ δειχθήσομαι φησὶ, ψεύστης ἣ κομπαστής. Ἵνα μὴ δόξω ὡς ἃν ἐκφοβεῖν ὑμᾶς. Διὰ τοῦτο, φησὶν, οὕτω μετρίως εἰπον τὸ “οὐκ αἰσχυνθήσο- “μαι,” καὶ οὐδὲν μέγα εἰπον, “ινα μὴ δόξω ὡς ἃν ἐκφοβεῖν “ὑμᾶς διὰ τῶν ἐπιστολῶν.” Εἶτα τοῖς λόγοις τῶν διαβαλλόντων αὐτὸν κέχρηται. Καὶ ἵνα μὴ πάλιν εἴπωσιν “ὅτι αἱ μὲν ἐπιστολαὶ βαρεῖαι” καὶ τὰ ἑξῆς, διὰ τοῦτο, φησὶν, οὕτω μετρίως ἐφθεγξάμην. Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής. Ἔλεγου γὰρ οἱ διαβάλλοντες αὐτὸν, ὅτι κομπάζει διὰ τῶν ἐπιστολῶν καὶ φοβερὰ ἐπιστέλλει· παραγενόμενος δὲ, εὐκαταφρόνητός τίς ἐστι, καὶ ἐλέγχεται μὴ ὣν οἱος γράφει. Ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες. Εἰ ταῦτα λέγοντες, φησὶ, τοῦτο ἴστησαν ὅτι καὶ παρόντες καὶ ἀπόντες ὅμοιοι ἐσμεν, καὶ ὥσπερ ἐσμὲν ἀπόντες τῷ λόγῳ καὶ ταῖς ἐπιστολαῖς, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ, τουτέστιν, οὐ μόνον ἀπειλοῦμεν ἀπόντες, ἀλλ’ ἰσχύομεν καὶ παραγινόμενοι εἰς ἔργον ἀγαγεῖν τὰ ἀπειλούμενα. Κατὰ ἐρώτησιν ἀναγνωστέον, δοκιμάζειν, φησὶν, ἕκαστον ἡμῶν βούλεσθε, καὶ τὰ καθ’ ἡμᾶς ἐξετάζειν· οὐκοῦν σὺν ἀκριβείᾳ τοῦτο ποιήσατε. Κατὰ ἐπιτιμητικὴν ὑπόκρισιν τοῦτο ἀναγνωστέον, ἀντὶ τοῦ οὐκ ἐκ τῶν ἔργων τῆς ἀληθείας τὴν ἐξέτασιν, ἐκ δὲ τῶν ἐπὶ πολλῆς ἁπλῶς φαινομένων λαμβάνεται. Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἣ συγκρῖναι ἑαυτούς τισι. Ἐνταῦθα ἀλαζόνας ἐκείνους παρίστησι, καὶ κωμῳδεῖ αὐτοὺς, κατ’ εἰρωνείαν πρεάγων τὸν λόγον, φησίν· “οὐ γὰρ τολμῶμεν “ἐγκρῖναι,” οἷον συναριθμῆσαι “ἢ συγκρῖναι,” οἷον ἀντιπαραθεῖναί τισιν ἑαυτοὺς τῶν ἑαυτοὺς παρατιθεμένων διὰ τῆς κομπώδους ψευδολογίας· ὁρᾷς πῶς αὐτοὺς ἐκωμῴδησεν; Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες. Ἐκείνοις μὲν οὖν οὐ τολμῶμεν ἑαυτοὺς συγκρῖναι, μεγάλοις, φησὶ, καὶ ὑπερβαίνουσιν ἡμᾶς, ἀλλὰ ἡμεῖς καθ’ ἑαυτοὺς γενόμενοι ἑαυτοὺς μετροῦμεν, καὶ πρὸς τὰ μέτρα ἡμῶν καὶ λαλοῦμεν καὶ ἐπιστέλλομεν καὶ διαπραττόμεθα. Καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν. Καὶ ἡμεῖς μὲν, φησὶν, ἑαυτοὺς μετροῦμεν, ἐκεῖνοι δὲ ἑαυτοῖς συγκρίνοντες· οὐ γὰρ ἀξιοῦσι, φησὶ, πρός τινα τῶν ἀνθρώπων συγκριθῆναι, ἀλλ’ αὐτοὶ πρὸς ἑαυτοὺς, οὐ συνιοῦσι, φησὶ, τουτέστιν, οὐ νοοῦσιν, οὐδὲ αἰσθάνονται πῶς εἰσὶ καταγέλαστοι τοῖς ὁρῶσιν· οὐ γὰρ λελήθασι, φασὶν, ὅτι μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαί- ροντες· Ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα. “Ἡμεῖς δέ’ φησὶν, “οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα,” καθάπερ, οὗτοι, καὶ γὰρ ἦν εἰκὸς αὐτοὺς ψευδομένους λέγειν, τὴν οἰκουμένην ἐπετρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα διδάσκοντες, ταῦτα οὖν “ἄμετρα” καλεῖ, ὑπερβαίνοντα τὴν δύνα- μιν αὐτῶν καὶ τὸ μέτρον. Ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός. Ὥσπερ γὰρ ἀμπελῶνα διαιρῶν ὁ Θεὸς τὴν οἰκουμένην ἡμῖν, φησὶ, τοῖς Ἀποστόλοις ἐμέρισε· “κατὰ οὖν τὸ μέτρον τοῦ κανό- “νος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς,” καυχησόμεθα καὶ λαλήσομεν, φησί. ποῖον δέ ἐστι τὸ μέτρον σου; τὰ ἄχρις ὑμῶν, φησίν. Ἐφίκεσθαι ἄχρις καὶ ὑμῶν. Ἐπεὶ οὖν ἄχρι καὶ ὑμῶν ἐφθάσαμεν, καὶ τοῦτο ἡμῖν τὸ δεδομένον παρὰ Θεοῦ μέτρον, ἄχρι καὶ ὑμῶν καυχώμεθα, ἀπὸ κοινοῦ γὰρ τὸ καυχησόμεθα. Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι. Οὐ γὰρ ἃν εἴποι τις, φησὶν, ὅτι μὴ ἀφικόμενοι, ἤγουν μὴ ἀφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτοὺς, λέγοντες ἐφθακέναι εἰς ὑμᾶς, εἰκῆ τῷ λόγῳ κομπάζοντες· τῷ γὰρ ὄντι ἄχρις ὑμῶν ἐφθάσαμεν· ἐφθάσαμεν δὲ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, τουτέστιν, οὐχ ἁπλῶς παραγενόμενοι, ἀλλὰ καταγγέλλοντες ὑμῖν τὸ Εὐαγγέλιον. Ἐφικνούμενοι. Μῆ ἰσχύοντες, φησὶ, κἂν ἄχρις ὑμῶν ἐφικέσθαι ἢ φθάσαι. Ὑπερεκτείνομεν ἑαυτούς. Οἶον τῷ κόμπῳ τῶν λόγων. Ἐν τῷ εὐαγγελίῳ— Εἰκὸς γὰρ ἦν τοὺς ψευδαποστόλους καὶ ἄνευ τοῦ κηρύσσειν παραγινομένους που καὶ ὑπὲρ τούτου καυχᾶσθαι. Οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι. Τὰ τὸ μέτρον, φησὶν, ἡμῶν καὶ τὴν δύναμιν ὑπερβαίνοντα ἐν ἀλλοτρίοις κόποις· εἰκὸς γὰρ τοὺς ψευδαποστόλους ἄλλων που κηρυξάντων αὐτοὺς ἐπιδημῆσαι ψιλῶς, καὶ ἑαυτοῖς ἐπιγράφειν τὸ κήρυγμα. Ἡμεῖς δὲ, φησὶν, οὐκ ἐπ’ ἀλλοτρίοις κόποις. Ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν. Οὐδὲν ἀποφαίνεται, ἀλλ’ ἐλπίζομεν, φησὶν, τῷ Θεῷ. Αὐξανομένης. Πρὸς ὃ γὰρ ἡ πίστις ἐπιδίδωσι τῶν μαθητῶν, οἱ διδάσκαλοι εὐδοκιμοῦσιν. Ἐν ὑμῖν μεγαλυνθῆναι. Ἐλπίζομεν, φησὶν, ὑμῶν ἐπιδιδόντων πρὸς τὴν πίστιν, ἐν ὑμῖν μεγάλοι δειχθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, τουτέστιν, ἐν ὑμῖν μεγαλυνθῆναι πλέον ἢ νῦν· τοῦτο γὰρ τὸ “εἰς “περισσείαν κατὰ τὸν κανόνα ἡμῶν,” τουτέστι κατὰ τὸ μέτρον ἡμῶν ὃ ἐπιστεύθημεν παρὰ Θεοῦ· καλῶς δὲ κανόνα καὶ μέτρον καλεῖ, ὡς ἐπίκτησιν καὶ κληρονομίαν τῆς οἰκουμένης εἰσελθών. Εἰς τὰ ὑπερέκεινα ἡμῶν εὐαγγελίσασθαι. Καὶ οὕτως μεγαλυνθῆναι ἐν ὑμῖν, ὥστε καὶ “εἰς τὰ ὑπερ- “ἐκείνα εὐαγγελίσασθαι” καὶ διδάξαι, ὃ δὴ καὶ ἐποίησεν. Εἰς τὰ ἕτοιμα καυχήσασθαι. Καὶ οὐχ ὥσπερ, φησὶν, οἱ ψευδαπόστολοι ἔχομεν καυχήσασθαι ἐν ἀλλοτρίῳ κανόνι καὶ μέρει καὶ ἔνθα ἄλλος ἐκοπίασε· τοῦτο γὰρ τὸ “εἰς τὰ ἕτοιμα,” ἔνθα φησὶ, προκαταβέβληται δι- δασκαλίας. Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Ἐκεῖνοι μέν εἰσι κατορθοῦν μέλλοντες, οὐ καυχώμεθα ἐν ἑαυτοῖς, ἀλλ’ ἐν τῷ Θεῷ· ὁ γὰρ καυχώμενος, φησὶν, ὀφείλει ἐν Κυρίῳ καυχᾶσθαι, καὶ γὰρ καὶ αὐτὸ ὃ ἐφθάσαμεν μέτρον, ἐκ Θεοῦ ἔχομεν. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν. τίνες δὲ οἱ ἑαυτοὺς συνιστῶντες; οἱ ψευδαπόστολοι δηλονότι· κατὰ τὸ μέτρον γὰρ, φησὶ, τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός· ὁ οὖν μερίσας Θεὸς αὐτὸς καὶ συνίστησιν. Ὄφελον ἀνείχεσθέ μου μικρόν. Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει, τὸ φορτικὸν τοῦ δοκεῖν ἐπαινεῖν ἑαυτὸν ἀποφεύγων· εἰς τοῦτο δὲ αὐτὸν ἤγαγεν ἡ τῆς ὑποθέσεως ἀνάγκη καὶ τὸ δεδιέναι μὴ εἰς βλάβην τῶν μαθητῶν γένηται· τὸ αὐτὸ μὲν ἐξευτελίζεσθαι, τοὺς δὲ ψευδαποστόλους δοκεῖν εἶναί τι· εἴθε ἀνείχεσθέ μου, φησὶν, ἀφροσύνης πρᾶγμα καὶ ἔργον ποιοῦντος. Ἀνείχεσθέ μου μικρόν. Ἀλλὰ καὶ ἀνείχεσθέ μου· οἶδα γὰρ, φησὶν, ὅτι ἀγαπᾶτέ με, καὶ πάντα μου ἀνέχεσθε. Σηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπε, φιλῶ, ἀλλ’ ὃ μεῖζον ἦν, “ζηλῶ ὑμᾶς,” φησὶ, τουτέστι, περικαῶς φιλῶ. εἶτα ἵνα μὴ νομίσωσι διὰ τὰ ἀνθρώπινα, οἷον χρήματα καὶ δόξαν, φιλεῖν αὐτοὺς, ἐπάγει “Θεοῦ “ζήλῳ·” ζηλωτὴς δὲ λέγεται ὁ Θεὸς διὰ τὸ ἄγαν ἡμᾶς ἀγαπᾷν· ζηλοῖ δὲ ἵνα ὠφελήσῃ τοὺς ζηλωτυπουμένους· οὕτω οὖν, φησὶ, καὶ ἐγὼ τοιούτῳ ὑμᾶς ζηλῶ ζήλῳ, ἵνα ὑμᾶς ὠφελήσω. “Ἡρμοσάμην·” πρὸς τὴν ἐκκλησίαν ἅπας ὁ λόγος αὐτῷ· αὕτη γὰρ μετὰ γάμον παρθένος ἐστι· μνηστείας δὲ ὁ παρὼν καιρὸς, παστάδων δὲ ὁ μέλλων, καθὸ λέγεται, ἀνέστη ὁ νυμφίος· ποῖα δὲ τὰ ἕδνα; ἣ βασιλεία τῶν οὐρανῶν. ταύτης τῆς μνηστείας καὶ ὁ Δαυὶδ προμνήστωρ ἦν λέγων, “ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ “κλῖνον τὸ οὖς σου.” καὶ αὐτὸς ὁ Παῦλος νυμφαγωγὸς ὣν ἔλεγεν, “ὑπὲρ Χριστοῦ πρεσβεύομεν,” ἵνα τὴν νύμφην λάβῃ, φησί· τούτων τύπος ἦν τὰ περὶ τὸν Ἀβραὰμ, ὃς δοῦλον ἔπεμψε μνηστεύσασθαι 3 Η 2 τῷ υἱῷ παρθένον ἐθνικήν· καὶ ὁ Θεὸς ἔπεμψε τοὺς προφήτας πάλαι, καὶ τοὺς Ἀποστόλους ὕστερον μνηστεύσασθαι τῷ υἱῷ τὴν ἐξ ἐθνῶν f ἐκκλησίαν. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί. Ἐμνηστευσάμην, φησὶν, ὑμᾶς τῷ Χριστῷ· οὐκοῦν δι’ ἐκεῖνον ζηλῶ, οὐ δι’ ἐμαυτόν. Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὕαν ἐξηπάτησεν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλ’ ὁ φόβος κοινός· οὐκ ἀποφαίνεται ὅτι διεφθάρητε, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ, ἀλλὰ ἀμφιβόλως λέγει, “μή πως,” καί τοι ἦσαν διεφθαρμένοι· καὶ γὰρ κἀκεῖνος τὰ μείζονα ἐπηγγείλατο ὥσπερ οἱ ψευδαπόστολοι· δείκνυσι δὲ γυναικῶδες τὸ ἀπατᾶσθαι. Ἐν τῇ πανουργίᾳ αὐτοῦ. Ἀλλ’ ὥσπερ τὸ εἶναι πανοῦργον τὸν ὄφιν οὐκ ἔδωκε τῇ γυναικὶ συγγνώμην, οὕτως οὐδὲ ἡ τῶν ψευδαποστόλων ἀπάτη δώσει ὑμῖν. Οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν. “Φθαρῇ,” οἷον μετενεχθῇ ἀπὸ τῆς ἁπλότητος τοῦ Χριστοῦ εἰς τὴν δεινότητα τὴν ἔξωθεν. δείκνυσι δὲ ὅτι ἀπλάστου καὶ ἀφελοῦς δεῖται ψυχῆς ἡ πίστις, πάντα πίστει δεχομένης καὶ μηδὲν συλ- λογιζομένης. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει. Τέως δείκνυσι τοὺς ψευδαποστόλους ἐπεισάκτους καὶ ξένους ὑπάρχειν· ὅρα δὲ οὐκ εἶπε πλέον τι λαλοῦσι, καὶ γὰρ ἦν ἐκείνους εἰκὸς φλυαρεῖν, καὶ ῥημάτων κάλλει γοητεύειν τοὺς ἀκούοντας, ἀλλὰ, φησὶν, ἄλλον Χριστὸν, ἤγουν ὁ ἐρχόμενος πλουσιωτέρους ὑμᾶς ποιεῖν ἐν τοῖς πνευματικοῖς χαρίσμασιν· οὐδέτερον δὲ τούτων χρήζει κομψείας λόγων· ὃ ἔδει κηρυχθῆναι καὶ οὐκ ἐκηρύξαμεν· ὃ ἔδει λαβεῖν ὑμᾶς, καὶ οὐκ ἐλάβετε, ὃ ἔδει δέξασθαι ὑμᾶς, καὶ οὐκ ἐδέξασθε. Ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σοφίας δεῖται τῆς ἔξωθεν· σκόπει δὲ πῶς δείκνυσι μηδὲν τελειότερον λέγειν ἐκείνους· ὧν οὐκ ἐκηρύξαμεν, φησὶν, ὧν οὐκ ἐλάβετε, φησὶ, καὶ πάλιν, “ὃ οὐκ ἐδέξασθε, τῷ προσδιορισμῷ δεικνὺς μηδὲν πλέον ἐκείνους διδάσκειν· οὐδὲ γὰρ τοῖς πλείω λαλοῦσιν, ἀλλὰ τοῖς ἀληθῆ προσέχειν δεῖ. Οὐκ ἐδέξασθε— Ὃ ἔδει δέξασθαι ὑμᾶς καὶ οὐκ ἐδέξασθε. Καλῶς ἠνείχεσθε. Τί λέγεις, ὦτ’ Παῦλε, ὁ Γαλάταις γράφων; “ἐάν τις ὑμᾶς “εὐαγγελίζεται παρὸ παρελάβετε, ἀνάθεμα ἔστω·” τούτοις γράφεος “καλῶς ἠνείχεσθε;” Καὶ μὴν διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι· εἰ δὲ τὰ αὐτά σοι ἔλεγον, τότε ἀνέχεσθαι ἐχρῆν· ἀλλ’ ὅρα, μέγας γὰρ ὁ κίνδυνος τῷ μὴ προσέχοντι, πάσαις γὰρ αἱρέσεσι δίδωσι πάροδον. οὕτως ἐκόμπαζον οἱ ψευδαπόστολοι ὡς ἀτελῶς τοῦ Παύλου διδάσκοντος, καὶ ὅτι αὐτοὶ, φησὶ, πλέον τι καὶ τελειότερον λέγουσι· τῇ γὰρ ἔξω παιδείᾳ χρώμενοι τοῖς ἀληθέσι δόγμασι φλυαρίας ἀνεμίγνυον· διὸ καὶ ἔφθειρον πολλούς· τοῦτο οὖν φησὶ νῦν, εἰ μέν τι τελειότερον λέγουσιν οὗτοι, καὶ ἕτερον ἔδει κηρυχθῆναι Χριστὸν καὶ ἡμεῖς παρελείπομεν, “καλῶς ἠνείχεσθε” διὰ τοῦτο γὰρ λέγει ὃν ἐκηρύξαμεν εἰ δὲ τὰ ἀυτὰ ἐστι, φησι τῆς πίστεως κεφάλαια, καὶ οὐδὲν πλέον ἐροῦσιν ὅσον ἧκεν εἰς τὸ δόγμα, διὰ τι πλέον ἔχουσι παρ’ ὑμῖν ἐκεῖνοι; ὅσα γὰρ ἃν φλυαρήσωσι, φησὶν, οὐδὲν πλέον ὧν ἡμεῖς εἴποιεν πλὴν τοῦ κόμπου τῶν λέξεων. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων. “Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων,” λοιπὸν τοῖς περὶ Πέτρου συγκρίνει ἑαυτὸν, τοῦτο δεῖξαι θέλων, ὅτι εἰ ἐμοῦ, φησὶ, πλέον ἴσασι, καὶ ἐκείνων εἰς ἄτοπον ἀπαγωγὴν φέρων τὸν λόγον· ὅρα δὲ ταπεινοφροσύνην· λογίζομαι, φησὶν, οἷον ἡγοῦμαι, νομίζω, οὐδὲν ἀποφαντικὸν, καὶ οὐχ ἁπλῶς Ἀποστόλων, ἀλλὰ τῶν ὑπὲρ λίαν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αἰνιττόμενος· τοῦτο δὲ, φησὶν ἐπειδὴ τούτου νῦν χρεία. ἀλλαχοῦ δέ φησιν, “ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι Ἀπόστολος.” Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ. Ἐπειδὴ ἐν τούτῳ ἐνεκαλλωπίζοντο οἱ ψευδαπόστολοι εἰς τὸ μὴ εἶναι ἰδιῶται, δείκνυσιν ὅτι οὐ φεύγει τὴν ἰδιωτείαν, ἀλλὰ καὶ σεμνύνεται ἐπ’ αὐτῇ· διὸ καὶ τίθησιν αὐτό. καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ, ἔνθα δείκνυσι τὸ εἶναι σοφὸν πρὸς βλάβην ὂν τοῦ κηρύγμα- τος “ἦλθον γάρ” φησὶν, “οὐ καθ’ ὑπεροχὴν λόγου σοφίας ἵνα “μὴ κενωθῇ ο σταυρὸς.” Ἀλλ̓ οὐ τῆ γνώσει. Τοὺς ψευδαποστόλους αἰνίττεται κατὰ τὴν τοῦ Θεοῦ γνῶσιν ἰδιώτας ὄντας, ὅπερ ἐστὶν ὀλέθριον. Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Αἰνίττεται τοὺς ψευδαποστόλους δολερούς τινας καὶ συνεσκιασμένους καὶ προσωπεῖον εὐλαβείας περικειμένους· ἡμεῖς δὲ οὐχ οὕτως, φησὶν, ἐν παντὶ γὰρ πράγματι καὶ ἐν πᾶσιν οἷς ποιοῦμεν, φανεροὶ ἐσμεν εἰς ὑμᾶς ἐν οὐδεμιᾷ διπλόῃ ἣ ὑποκρίσει, φησίν. Ἢ ἁμαρτίαν ἐποίησα. Πληκτικῶς τῷ λόγῳ κέχρηται· ἀπερριμμένον, φησὶν, ἡγεῖσθέ με εὐτελῆ μᾶλλον, ἁμαρτίαν εἰ ἐποίησα ἐμαυτὸν λιμῷ ταπεινώσας καὶ μηδὲν λαβὼν παρ’ ὑμῶν· τοῦτο, φησὶν, ἐποίησα, ἵνα ὑμεῖς εἰς τὰ κατὰ Θεὸν ὑψωθῆτε· ὁρῶντες γὰρ μηδὲν λαμβάνοντα οἰκοδομεῖσθε, εἰ δὲ ἐλάμβανον ἐσκανδαλίσθητε ἄν. Ἄλλας ἐκκλησίας ἐσύλησα. Καὶ τοι ἠδύνατο εἰπεῖν ὅτι ἐκ τῶν χειρῶν μου ἤσθιον, ἀλλὰ πληκτικώτερον τὸν λόγον ποιῶν, φησὶ, παρ’ ἄλλων ἔλαβον ὑμῖν διακονούμενος εἰς τὸ κήρυγμα· τὸ δὲ “ἐσύλησα” οἷον ἐσκύλευσα, ἐγύμνωσα· οὐ γὰρ τὸ λάθρα λαβεῖν λέγει, ἄπαγε· τὸ δὲ “ὀψώ- “νιον” δηλοῖ αὐτὰ τὰ ἀναγκαῖα δαπανήματα· μεγάλη δὲ ἐκείνων κατηγορία, οὐδὲ ταῦτα αὐτῷ παρεῖχον, καὶ τὸ χεῖρον, ὅτι πρὸς τὴν ὑμῶν, φησὶ, διακονίαν, ὑμῖν γὰρ κηρύσσων παρ’ ἄλλων ἐτρε- φόμην. Πάρων πρὸς ὑμᾶς καὶ ὑστερηθείς. Τριπλοῦν τὸ ἔγκλημα, ὅτι καὶ παρ’ αὐτοῖς ἦν καὶ ἐκήρυσσε, καὶ τῆς ἀναγκαίας ἔχρηζε τροφῆς· οὐ μόνον γὰρ ἑτέρωθι ἐπέμψατέ μοι, φησὶν, ὅπερ Μακεδόνες ἐποίησαν, ἀλλ’ οὐδὲ παρόντα ἐτρέφετε. Οὐ κατενάρκησα οὐδενός. “Οὐ κατενάρκησα,” οἷον, οὐκ ἠτόνησα οὐδὲ ἐξέλυσα τὴν ὑπομονήν· ταύτῃ γὰρ κουφότερον αὐτοῖς ποιεῖ τὸ ἔγκλημα, ὅτι ἐγὼ, φησὶν, οὐκ ᾔτησα. Οἰκουμενίου. Καὶ οὕτως, καὶ ταῦτα, φησὶν, “ὑστερηθεὶς “οὐ κατενάρκησα” οὐδὲ ἠμέλησα ἣ ῥᾳθυμότερον πρὸς τὸ κήρυγμα γέγονα, ἀλλὰ παρ’ ἐμοῦ μὲν ὅσα ἐχρῆν ἐγένετο πρὸς τὴν ὑμῶν σωτηρίαν, ἐγὼ δὲ ἐν ἐνδείᾳ διέτριβον. Τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν. Ἐκ τοῦ εἰπεῖν ὑστέρημα, δείκνυσι μηδὲν ὑπὲρ τὴν ἀναγκαίαν λαβὼν χρείαν. ἔπεμψαν δὲ αὐτῷ οἱ Φιλιππησίοι, διὰ τοῦτο δὲ καὶ τοὔνομα τέθεικε, εἰς ζηλοτυπίαν αὐτοὺς ἐλεημοσύνης ἄγων. Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα. Δείκνυσιν ὅτι καὶ βάρος ἡγεῖτο τὰς τροφὰς αὐτῷ χωρηγοῦντες, καλῶς δὲ τὸ τηρήσω. Μῆ γὰρ νομίσητε, φησὶ, ταῦτά με εἰρηκέναι, ἵνα τοῦ λοιποῦ λάβω πη ὑμῖν· οὐ μόνον γὰρ ἐτήρησα, ἀλλὰ καὶ τηρήσω. Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Εἰτα ἵνα μὴ νομίσωσι ταῦτα εἰρηκέναι αὐτὸν, ἵνα αὐτοὺς ἐπισπάσηται πρὸς τὸ δοῦναι, φησὶ, “ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ,” τουτέστιν, ἀληθεύων λέγω, ὅτι ἡ καύχησις αὕτη ἡ τοῦ μὴ λαβεῖν δηλαδή. καύχησιν δὲ ταύτην καλεῖ, ἵνα μὴ νομίσωσιν ὀργίζεσθαι αὐτὸν ἐφ’ οἷς ἔλαβεν. “οὐ φραγήσεται,” τουτέστιν οὐκ ἐκκοπήσεται οὐδὲ διαλείψει. πῶς δ᾿ ἃν οὐ διαλείψει; εἰ καὶ τοῦ λοιποῦ μὴ λάβῃ ἐν ὅλῃ τῇ Ἀχαίᾳ, τουτέστιν ἐν ὅλῃ ὑμῶν τῇ ἐπαρχίᾳ, ἢ ὅτι ἡ καύχησις ἡ προσγενομένη μοι ἐν τῷ κλίματι τῆς Ἀχαίας, ὅτι δωρεὰν ἐκήρυξα, οὐ φραγήσεται· σφόδρα δὲ αὐτῶν ὡς ἀσθενῶν κατεγίνωσκε παρ’ αὐτοῖς μὴ λαβών. Εἰ γὰρ ἐπὶ τοῦτο ἐκαυχᾶτο, οὐδαμοῦ λαβεῖν ἔδει, εἰ δὲ ἀλλαχοῦ γράφει ὡς παρὰ εὐ- σκανδαλίστων τούτων οὐκ εἴληφε. Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Τί οὖν; μισεῖς ἡμᾶς; διὰ τοῦτο οὐδὲν αἱρεῖ λαβεῖν παρ’ ἡμῶν; ὁ Θεὸς οἶδε, φησὶν, ὅτι οὐ διὰ τοῦτο λαβεῖν παραιτοῦμαι. Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν. Λέγει τὴν αἰτίαν δι’ ἣν οὐ λαμβάνει· ἐπετήρουν οἱ ψευδαπόστολοι ἵνα εἰ εὕρωσιν αὐτὸν εἰληφότα, ἀφορμὴν λοιδορίας τὸ πρᾶγμα ποιήσωνται. Ἐκείνων οὖν τὴν ἀφορμὴν βουλόμενος ἐκκόψαι, φησί. Ἵνα ἐν ᾧ καυχῶνται. Τάχα καὶ μὴ λαβεῖν ὑπεκρίνοντο· διὰ τοῦτο οὐκ εἶπεν, ἐν ᾧ ποιοῦσιν, ἀλλ’ ἐν ᾧτ’ καυχῶνται. Εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Εἶτα καὶ πλούσιοι ὄντες οἱ ψευδαπόστολοι οὐδὲν ἐλάμβανον, καὶ ἐπὶ τοῦτο ἐκαυχῶντο. Ἵνα οὖν ἐν ᾧ καυχῶνται, ἐν τῷ μὴ λαβεῖν, φησὶ, εὑρεθῶσιν ὅμοιοι ἡμῶν, καὶ μὴ πλέον ἡμῶν ἔχωσιν· ἄτοπον γὰρ εἰς τὰ ἄλλα ἐλαττομένους ὧδε τὸ πλέον ἔχειν. Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι. Τί λέγεις; οἱ τὸν Χριστὸν κηρύσσοντες καὶ τὸ εὐαγγέλιον, οὕτω γὰρ ἄνω περὶ αὐτῶν εἴρηκας, ψευδαπόστολοί εἰσι; ναὶ, φησὶ, ταῦτα γὰρ ὑποκρινόμενοι ἐν τῷ φανερῷ, λάθρα ἀνόσια παρεισφέρουσι δόγματα. Μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ. Εργάζονται γὰρ, ἀλλ’ ἀνασπῶσι τὰ καλῶς πεφυτευμένα· τὸ γὰρ προσωπεῖον ὑπεισιόντες τῆς ἀληθείας, οὕτως τὴν βλάβην ἐργάζονται, καὶ σχῆμα περικείμενοι Ἀποστόλων, καὶ δορὰν προβάτου ἠμφιεσμένοι, λύκοι εἰσὶ τὰ ἔνδον. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οἶον ὁ διδάσκαλος αὐτῶν μετασχηματίζεται, διὸ καὶ πολλοὺς πλανᾷ· καὶ ὢν ἄγγελος σκότους, εἰς ἄγγελον ὁρᾶται φωτὸς, πλανῶν τὰς ὄψεις. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ. Εἰ γὰρ δεῖ θαυμάζειν, ἐκεῖνό ἐστι ἄξιον θαύματος, πῶς ὁ διδάσκαλος εἰς τοῦτο τόλμης ἔρχεται. Ὡς διάκονοι δικαιοσύνης. Διάκονοι δικαιοσύνης εἰσὶν οἱ ἅγιοι Ἀπόστολοι, διακονοῦσι γὰρ τῷ Θεῷ ἐν τῷ δικαιοῦν δυναμένῳ Εὐαγγελίῳ. Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Κἂν γὰρ ὑμᾶς, φησὶν, ἀπατῶσιν, οὐκ ἃν διαλάθωσι τὸν ἀκοίμητον ὀφθαλμὸν τοῦ Χριστοῦ. Πάλιν λέγω μή τις με δόξη ἄφρονα εἶναι. Ἤδη μὲν γὰρ πολλῇ διορθώσει ἐχρήσατο, ἀλλ’ οὐκ ἀρκεῖται ἐκείνη μόνη. Καὶ τοι ἄνω εἶπεν “ὤφελον ὤφελον ἀνείχεσθέ μου τῆς ἀφροσύνης,” πῶς οὖν ὧδε, φησὶ, “μή τίς με δόξῃ ἄφρονα εἶναι ;” ὅτι αὐτὸ φησι, τὸ ἐπαινεῖν ἑαυτὸν ἀφροσύνης ἐστί· ἐγὼ δὲ οὐχ ὡς ἄφρων κέχρημαι τούτοις τοῖς λόγοις, ἀλλ’ ἀναγκάζομαι πρὸς τὸ τῶν ψευδαποστόλων ἀπαγαγεῖν ὑμᾶς· διό φησι, “μή τίς με δόξῃ “ἄφρονα εἶναι,” οὐ γὰρ ἑκὼν, ἀλλ’ ἐξ ἀνάγκης εἰς τοὺς ἐμαυτοῦ ἐπαίνους ἐμπίπτω· Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με. Εἰ δὲ μὴ πεισθείητε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, μὴ ἐλεύθερόν με ἀφροσύνης νομίσητε, ὡς γοῦν ἄφρονος ἀνάσχεσθε λέγοντος ὃ λέγω, ἵνα κἀγὼ καυχήσωμαι, καθάπερ, φησὶν, οἱ ψευδαπόστολοι. Ἐκεῖνοι γὰρ εἰς ὑμετέραν βλάβην καυχώμενοι, εἰς τούτους με προάγουσι τοὺς λόγους. Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον. Τὸ γὰρ καυχᾶσθαι οὐ κατὰ Κύριον· τὰ ῥήματα τοιγαροῦν “οὐ “κατὰ Κύριον,” ὁ δὲ τῶν ῥημάτων σκοπὸς καὶ σφόδρα κατὰ Κύριον. Ἀλλ’ ὡς ἐν ἀφροσύνη. Εἶτα ἵνα μὴ τῷ τὸν αὐτὸν ὁμολογεῖν ὅτι οὐ κατὰ Κύριον λαλεῖ, καὶ ὅτι ἐν ἀφροσύνῃ λαλεῖ, πρόφασιν ἐκείνοις πλείονος δῷ λοιδορίας. πρῶτον μὲν οὐ λέγει, ἐν ἀφροσύνῃ, ἀλλ’ “ὡς ἐν ἀφροσύνῃ.” Επειτα, φησὶν, “ἐν ταύτῃ τῇ ὑποτάσει τῆς καυχήσεως,” κατὰ τοῦτο τὸ μέρος τῆς καυχήσεως οὐ λαλῶ κατὰ Κύριον· ποῖον; ὅτι μέλλει καυχᾶσθαι Ἑβραῖός εἰμι καὶ Ἱσραηλίτης καὶ σπέρμα Ἀβραὰμ, τὰ δὲ τοιαῦτα οὐκ ἀνῆκεν εἰς καύχημα Κυρίου, ὅθεν καὶ κατὰ σάρκα ταῦτα καλεῖ· ἡ γὰρ εἰς Χριστὸν καύχησις πρᾳότης ἐστὶ καὶ ἐγκράτεια καὶ ἁγιασμός. ὅτι γὰρ τὸ Ἐβραῖος εἶναι καὶ Ἰσραηλίτης οὐ κατὰ Κύριον ἐστὶ, ἄκουε αὐτοῦ λέγοντος, οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, καὶ ἐν Χριστῷ Ἰησοῦ πάντες ἕν “ἐστε.” Κατὰ τὴν σάρκα —Ἀπὸ τῶν ἔξωθεν, φησὶν, οἷον; ἀπὸ εὐγενείας, ἀπὸ τοῦ περιτο- μὴν ἔχειν, καὶ Ἑβραῖος εἶναι. Ἡδέως γὰρ ἀνέχεσθε. Ὥστε ὑμεῖς αἴτιοι ἀνεχόμενοι αὐτῶν. τῶν ἀφρόνων —Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως καλοῖς καυχᾶσθαι ἄφρον ἐστὶ, πολλῷ μᾶλλον τὸ ἐπὶ τοῖς μὴ οὖσι· τοὺς ψευδαποστόλους δὲ αἰνίττεται, καὶ τὸ βαρὺ, φησὶν, ὅτι καὶ φρόνιμοι ὄντες ἀνέχεσθε αὐτῶν. Εἰ μὲν γὰρ ἦτε ἀνόητοι, κἂν συγγνώμην ἔχετε· νῦν δὲ ἐν ειηήσει πταίετε. Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ. Ὄρα πόσην δουλοπρέπειαν καταγινώσκει, καὶ ὡς μεθ’ ὑπερ- βολῆς ὑπεκλίνοντο τοῖς ψευδαποστόλοις. Εἴτις κατεσθίει. Ὁρᾷς ὅτι καὶ τὸ ἔμπροσθεν εἰρημένον, τὸ ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς κἀγὼ, κατὰ συγχώρησιν εἴρηται, καὶ ὥστε μὴ ἐκ προοιμίων ἐλέγξαι αὐτούς· νῦν γὰρ δείκνυσιν αὐτοὺς ὑποκρινομένους τὸ μὴ λαμβάνειν, λαμβάνοντας δὲ, “εἴτις γὰρ λαμβάνει,” φησὶ, καὶ τὸ μεῖζον “εἴ τις κατεσθίει·” τοῦτο γὰρ δηλοῖ καὶ ἐκπιεζομέ- ἐκπιεζομένους αὐτοὺς ὑπὸ τῶν ψευδαποστόλων. “εἴτις ἐπαιρ́εται,” οὐ σύμ- μετρος, φησὶν, ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ τινες καὶ κατεξανιστάμενοι ὑμῶν, “εἰ τις ὑμᾶς εἰς “πρόσωπον δέρει.” ελ̓ͅς ἐπίτασιν ἀπονοίας αὐτῶν καὶ τυραννίδος, καὶ ὅτι ὡς ἀνδραπόδοις αὐτοῖς ἐκέχρηντο. Κατὰ ἀτιμίαν λέγω. Οὐχ ὅτι τύπτεσθε, φησὶν, ἀλλ’ ὅτι τῶν εἰς προσώπου τυπτο- μένων οὐκ ἔλαττον πάσχετε, ὡσεὶ ἔλεγε πρὸς ὕβριν ὑμῖν λέγω τοῦτο· τι τοιγαροῦν τούτου γένοιτ’ ἃν αἰσχρότερον; ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, ἀλλ’ ὑβριστικώτερον ἀργυρωνήτων ὑμῶν κεχρημένοι. Διό φησι, κατὰ ἀτιμίαν λέγω.” Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Τίνος ἕνεκεν, φησὶν, αὐτῶν ἀνείχεσθε εἰς ταῦτα; ὡς ἡμῶν ἀσθενούντων ἣ μὴ δυναμένων οὕτως ὑμῖν ἀποκεχρῆσθαι; πληκτικὸν δὲ σφόδρα τὸ εἰρημένον, διὸ καὶ ἀσαφῶς αὐτὸ τέθεικε. Εἰ γὰρ, φησὶ, διὰ τοῦτο αὐτοὺς τιμᾶτε, διότι ὑβρίζουσιν ὑμᾶς ἐπαιρόμενοι, καὶ μόνον οὐκ εἰς πρόσωπον δέροντες δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν. ὡς ἡμῶν γὰρ πρὸς ταῦτα ἀτονησάντων, ἐκείνοις ὑποκέκλισθε. Ὁρᾷς πόσης ἐπιπλήξεως γέμει τὸ εἰρημένον, πᾶσαν δὲ τῆς ἐκείνων ἀπονοίας τὴν αἰτίαν τούτοις ἐπικλᾷ· διὰ οὖν ταῦτα καυχᾶσθαι, φησὶν, ἀναγκάζομαι, ἵνα ὑμᾶς τῆς τούτων ἀλαζονείας ἀπαλλάξω, οὐχ ἵνα ἐμαυτὸν λαμπρύνω. Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, ἐγὼ τολμῶ. Ὅρα πάλιν αὐτὸν ταῖς τοσαύταις μὴ ἀρκεσθέντα προδιορθώσεσιν, ἀλλὰ νῦν τολμᾷν καὶ ἀφροσύνην καλοῦντα τὸ πρᾶγμα, καὶ μονονουχὶ λέγοντα, βίᾳ ἐπὶ τοῦτο ἔρχομαι· ταῦτα δὲ ποιεῖ παιδεύων ἡμᾶς ἀνάγκης χωρὶς μὴ ἔρχεσθαι εἰς τοιούτους λόγους, ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ πράγματι καυχᾶσθαι, ταῦτα γὰρ συνυπακου- στεον. Ἑβραῖοί εἰσι— Οὐ γὰρ πάντες οἱ Ἑβραῖοι ἦσαν καὶ Ἱσραηλῖται· ἦσαν γὰρ καὶ Μωαβῖται καὶ Ἀμμανῖται, διὸ ἐκαθάρισεν αὐτοῦ τὴν εὐγένειαν· κατὰ ἐρώτησιν καὶ ἀναγνωστέον. τὸ δὲ “διάκονοι Χριστοῦ “εἰσι,’ κατὰ τὸν αὐτὸν λόγον τοῦτο λέγων, “ὑπὲρ ἐγώ·” τουτέστι, μᾶλλον ἐγώ. Καὶ πάλιν ἀφροσύνην καλεῖ τὸ πρᾶγμα. Φᾶσί δέ τινες μὴ δεῖν αὐτὸν κατὰ σύγκρισιν προενεγκεῖν τὸν λόγον, ἀλλὰ παντάπασιν αὐτοὺς ἀρνήσασθαι εἶναι διακόνους Χριστοῦ. ἀλλ’ ἐροῦμεν ὅτι τοῦτο ὡς μὴ ἀρεσθὲν ἐποίησεν εἰπὼν ψευδαπόστολοι· ἐνταῦθα μέν τοι εἰς ἐξέτασιν ὁ λόγος ἤρχετο, καὶ οὐκ ἔδει αὐτὸν προαποφήνασθαι, ἀλλὰ τὴν διὰ τῶν ἔργων παρασχεῖν ἀπόδειξιν, ὅτι αὐτὸς μέν ἐστιν, ἐκεῖνοι δὲ οὔ. Ἐν κόποις περισσοτέρως. Εἶτα λέγει λοιπὸν τὸν χαρακτῆρα τῆς ἀποστολῆς· τὸ δὲ περισσοτέρως καὶ ὑπερβαλλόντως οὐ κατὰ σύγκρισιν τῶν ψευδαποστόλων εἴρηται, ἀλλὰ περιουσίας ἐστὶ σημαντικά. Ἐν θανάτοις πολλάκις. Καθ’ ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω, ἐπεδίδου γὰρ ἑαυτὸν εἰς κινδύνους θανατηφόρους. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Διὰ τί παρὰ μίαν ; νόμος ἦν τὸν πλείονα τῶν τεσσαράκοντα τυπτόμενον ἄτιμον εἶναι· ὥρισαν οὖν παρὰ μίαν διδόναι, ἵνα κἂν τῇ ῥύμῃ τοῦ τύπτειν ἐξενεχθεὶς ὁ τύπτων περισσὴν δῷ, τεσσαράκοντα δῷ, καὶ μὴ γένηται ἄτιμος ὁ τυπτόμενος. τρὶς ἐρραβδίσθην— Ὁρᾷς ὅτι οὐ πάντα ἃ πέπονθεν ὁ Παῦλος συνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν; πολλὰ γοῦν τῶν ἐνταῦθα εἰρημένων παρέλιπεν. οὐ γὰρ πρὸς φιλοτιμίαν αὐτῷ τὰ τῆς συγγραφῆς πεπόνηται. Τρὶς ἐναυάγησα— Μακρὰς γὰρ καὶ διαποντίους στελλόμενος ὁδοὺς διὰ τὸ κήρυγμα, πάντα ἔπασχε τὰ εἰρημένα, νυχθήμερον δὲ νηχόμενος διεγέ- νετο μέτα ναυάγιον· Κινδύνοις ποταμῶν. Καὶ γὰρ διαπορθμεύειν ποταμοὺς ἠναγκάζετο. Κινδύνοις λῃστῶν— Πανταχοῦ τὰ ἆθλα προσέκειτο· πανταχοῦ γὰρ ὁ διάβολος ἐπολέμει, λῃστὰς ἐγείρων, τὰ ἔθνη τῶν Ἑλλήνων, τοὺς συγγενεῖς Ἰουδαίους, οἳ καὶ μᾶλλον ἐπολέμουν διὰ τὴν πίστιν διαπονούμενοι· καὶ τόπος οὐκ ἢν ἀσφαλὴς αὐτῷ, οὐ πόλις, οὐκ ἔρημος, οὐκ ἄλλο οὐδέν. Ἰωάννησ Χρυσόστομοσ. Ἀσαφὲς τὸ εἰρημένον· φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ· ὃ γὰρ λέγει τοῦτό ἐστι, μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς τὰ αὐτὰ ποεῖν; τίνος ἕνεκεν αὐτῶν ἀντέχεσθε ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν; Ὅρα ἑτέρων κινδύνων εἶδος, τὸ ἐκ τῶν ψευδωνύμων καὶ ὑποκριτῶν ἀδελφῶν. ὅρα δὲ τοὺς κινδύνους κόποι καὶ μόχθοι, τούτους πάλιν οἱ κίνδυνοι διεδέχοντο, καὶ οὐκ ἦν ἀναπνεῖν. Ἐν λιμῷ καὶ Πανταχοῦ τῆς οἰκουμένης καὶ τῆς ἀοικήτου ἀγῶνες ἦσαν καὶ στάδια, ἐν γῇ, ἐν θαλάσσῃ, ἔσωθεν, ἔξωθεν, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν συγγενῶν, παρὰ τῶν ἐπιπλάστων ἀδελφῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλοῦ σκεπάσματος ὁ τῆς οἰκουμένης διδάσκαλος, ἀλλὰ γυμνὸς ἡγωνίζετο, καὶ λιμώττων ἐπύκτευε, καὶ οὐ μόνον οὐκ ἐδυσχέραινεν, ἀλλὰ καὶ χάριν ὡμολόγει τῷ ἀγωνοθέτῃ Χριστῷ. Ὅρα δὲ, εἰπὼν, ὅσα πέπονθεν, οὐ λέγει ὅσους ἐπέτρεψε, καὶ Χριστῷ προσήνεγκεν, ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ καὶ διδάσκων, ὅτι κἂν μηδὲν γένηται πλέον τῷ πονουμένῳ, καὶ οὕτως τὰ τῶν μισθῶν ἐστι πεπληρω- μενα. Χωρὶς τῶν παρεκτός. Πλείονα γὰρ ἦν τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων, μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ῥηθέντα κατ’ εἶδος εἶπεν, ἀλλ’ ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς, εἶπε, πεντάκις λέγων, τρὶς καὶ τρὶς καὶ ἅπαξ· ὧν δὲ ἦν ἄπειρος ὁ ἀριθμὸς, σιωπᾷ καὶ φησὶ, περισσοτέρως καὶ ὑπερβαλλόντως καὶ πολλάκις, ἐπισυστάσεις δὲ, φησὶ, τὰς κοινῇ παρὰ τῶν διωγμῶν ἐφόδους, συνίσταντο γὰρ, φησὶ, κατ᾿ ἐμ οὐ γνώμῃ κοινῇ. Ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τοῦτο κεφάλαιον ἁπάντων, εἰ γὰρ μιᾶς τις προστατῶν οἰκίας οὐδὲ ἀναπνεῖν ἰσχύει, τι πάσχειν εἰκὸς ἦν τὸν Ἀπόστολον μετὰ τοσούτων κινδύνων πάσης προνοοῦντα τῆς οἰκουμένης; Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Καὶ ἵνα μή τις εἴπῃ ὅτι ἐμερίμνα μὲν, οὐ πάνυ οὖν λέγει τῆς μερίμνης τὴν ἐπίτασιν· τίς ἀσθενεῖ; φησὶν, οἵαν βούλει ἀσθένειαν πνευματικήν τε καὶ σαρκικήν; καὶ οὐκ ἐγὼ ἀσθενῶ. Οὐκ εἶπε, κοινωνῶ τῆς ἀσθενείας, ἀλλ’ ὡς αὐτὸς ὣν ὁ ἀσθενῶν, οὕτω διάκειμαι, τὸ δὲ “τίς,” κἂν μέγας, φησὶ, κἂν εὐτελής. Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι. Ὅρα πάλιν πῶς παρέστησε τὴν ὑπερβολὴν τῆς ὀδύνης· ἐμπίπλαμαι, φησὶ, καὶ καίομαι, ὁ τὰ μὲν ἄλλα πάσχων, καὶ ἥδετο εἰδὼς ὑπὲρ Χριστοῦ πάσχειν· ὧδε δὲ διετιτρώσκετο τὴν ψυχὴν, ὥστε τοῦτο πλεῖον ἠνίου. Τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Οὐδαμοῦ περὶ σημείων λέγει, ἐκεῖνα γὰρ Θεοῦ δῶρον ἦν, ταῦτα δὲ μετὰ τῆς τοῦ Θεοῦ ῥοπῆς καὶ τὴν ἀπ’ αὐτοῦ ὑπομονὴν ἐδείκνυ· ἀσθένειαν δὲ καλεῖ τοὺς διωγμοὺς καὶ τοὺς πειρασμούς· ταῦτα γὰρ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως, τὸ λιμώττειν, τὸ ναυαγεῖν, τὸ πλήττεσθαι. ἣ ἀσθένειαν καλεῖ τὴν διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων γιγνομένην αὐτῷ θλῖψιν· σκανδαλιζόμενοι γὰρ καὶ ἀσθενοῦντες ἔθλιβον αὐτόν. οὕτως ὁ ἀποστολικὸς χαρακτὴρ, διὰ τούτων ὑφαίνεται τὸ εὐαγγέλιον. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως. Θέα τὸν πόλεμον, ὅσον δι’ αὐτοῦ ὁ ἄρχων ἐφρούρει τὴν πόλιν. εἰ δὲ μὴ πολὺς ἔπνει κατὰ τῶν ἀντιδιατιθεμένων ὁ Παῦλος, οὐκ ἃν εἰς τοσαύτην ἀνῆψε τὸν ἐμθάρχην μανίαν, ὡς καὶ τὴν πόλιν φρουρεῖν δι’ αὐτόν. τοῦ βασιλέως. Πενθερὸς ἦν Ἡρώδου ὁ Ἀρέτας. Καὶ διὰ θυρίδος ἐν σαργάνη ἐχαλάσθην. Ἤιδει γὰρ εἰρημένον “εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμοὺς,” ὅθεν οὐκ ἐπιρρίπτει ἑαυτὸν τοῖς πειρασμοῖς, ἀλλ’ ἔνθα καὶ ἀνθρωπίνης μηχανῆς ἔνι φυγεῖν οὐ παραιτεῖται· ἐφύλαττε γὰρ ἑαυτὸν τῷ κηρύγματι καὶ τῆς σωτηρίας ἐκήδετο τῶν μαθητῶν μᾶλλον ἣ τῆς οἰκείας· διὸ καὶ ἀλλαχοῦ φησι, “καλόν μοι τὸ ἀναλύσαι “καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον “δἰ ὑμπας.” Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Καίτοι πολλὰ εἰπὼν ἄνω, πῶς ὧδε, φησὶν, “οὐ συμφέρει μοι;” ἐπειδὴ εἰς ἕτερον εἶδος καυχήσεως ἤρχετο, ὅπερ αὐτὸν ἐποίει λαμπρὸν, τὸ τῶν ἀποκαλύψεων, φησὶν, οὐ συμφέρει μοι τοῦτο, ἵνα μή με εἰς ἀπόνοιαν ἄρῃ· ἄλλως γὰρ παρ’ αὐτῶν μὲν ὄντα, εἰς ἑτέρους δὲ ἐκφερόμενον φυσᾷν εἴωθεν· οὐχ ὅτι αὐτὸς τοῦτο πάσχειν ἔμελλεν, ἄπαγε, ἀλλὰ παιδαγωγῶν ἡμᾶς, παρ᾿ ἑαυτοῖς τὰ τοιαῦτα ἔχειν, ὡς τῆς διηγήσεως εἰς ἀπόνοιαν ἄραι δυναμένης. Η ἵνα μή τις μείζονα τῆς ἀξίας ἔννοιαν λάβῃ περὶ ἐμοῦ, ὅπερ παρακατιὼν φησὶ, “μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με η ἀκούει τι ἐξ ἐμοῦ. Ἐλεύσομαι γάρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυ- Κυριου. Μεγάλη μὲν καὶ ἣν εἶπε, πλὴν τὸ πολλὰς εἰπεῖν ἔχων, μίαν ταύτην εἴρηκεν· ὅτι γὰρ εἶχε πολλὰς εἰπεῖν, παρακατίων φησὶ, “καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων.” διὰ τοῦτο δὲ αἰνιγματωδῶς αὐτὴν τέθεικεν, ἴνα δείξῃ ὅτι ἄκων λέγει. Οἶδα ἄνθρωπον ἐν Χριστῷ. Τὸ “ἐν χριστῷ,” προσέθηκε, ἵνα μὴ εἴποιεν οἱ ψευδαποστολοι, οὐδὲν γὰρ ἦν αὐτοῖς ἀτόλμητον, διὰ δαιμόνων ἐπῆρθαι ὡς τὸν Σίμωνα. Πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι. Οὐκ ἀκαίρως ὁ χρόνος πρόσκειται, ἀλλὰ δυοῖν ἕνεκεν, τοῦ τε δεῖξαι ὡς ὁ σιγήσας δέκα τέσσαρα ἔτη οὐδὲ νῦν ἂν εἶπε μὴ σφόδρα βιασθείς· ἐπειδὴ γὰρ μέγα τι ἐδόκουν οἱ ψευδαπόστολοι, καὶ εἵλκυσαν πάντας πρὸς ἑαυτοὺς, λοιπὸν ἠναγκάσθη δεῖξαι, ὅτι μεῖζόν ἐστιν ἐκείνων, ἵνα πείσῃ τοῖς αὐτοῦ προσέχειν λόγοις αὐτούς· τοῦ τε αἰνίξασθαι ὡς ὁ πρὸ δέκα τεσσάρων ἐτῶν τηλικούτων ἀξιωθεὶς, πηλίκος νῦν μετὰ τοσούτους ὑπὲρ Χριστοῦ πόνους; Οὐκ οἶδα— Μετριάζει μὴ ἀποκρύψας τὴν ἑαυτοῦ ἄγνοιαν. ἐξῆν γὰρ περὶ τούτου σιώπησαι. Ἁρπαγέντα τὸν τοιοῦτον. Ἡρπάγη ἕως τρίτου οὐρανοῦ, καὶ πάλιν ἐκεῖθεν εἰς τὸν παρά- δεισον. Ὁ Θεὸς οἶδεν— Τὶ δὲ ὅλως ἡρπάγη; ινα μηδὲ ἐν τούτοις ἔλαττον ἔχῃ τῶν Ἀποστόλων τῶν διαγενομένων σωματικῶς μετὰ τοῦ Κυρίου. Παράδεισον— Πολὺ γὰρ τὸ ὄνομα τοῦ χωρίου τούτου ᾔδετο, ὅθεν καὶ τῷ λῃστῇ τοῦτον ἐπηγγείλατο. Καὶ ἤκουσεν— Ἴσως γὰρ ἕτερος ἄνθρωπος πλὴν Παύλου οὐκ ἐχώρει τοιαῦτα ἀκοῦσαι. ποῦ εἰσιν οἱ τὴν ψευδεπίγραφον ἀποκάλυψιν συγγρα- ψάμενοι ; Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. βλέπε αὐτοῦ τὸ ἄτυφον, πῶς ὡς περὶ ἑτέρου τινὸς αὐτὰ διηγεῖται· ὑπὲρ καὶ τοῦ τοιούτου φησὶ, καυχήσομαι· τοῦτο δὲ ποιεῖ συσκιάζων τὸν λόγον· ὅτι γὰρ αὐτὸς ἢν ὁ ἁρπαγεὶς, αἰνίττεται φάσκων, “ἐὰν γὰρ καὶ καυχήσομαι, οὐκ ἔσομαι ἄφρων, ἀλή- “θείαν γὰρ ἐρῶ.” καὶ ἄνω, “καυχᾶσθαι δὴ οὐ συμφέρει μοι.” ποῖον δὲ ἀσύμφορον ὑπὲρ ἄλλου καυχᾶσθαι καὶ ἀληθεύειν; Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι. Καὶ τίνος ἕνεκεν ἄλλου ἁρπαγέντος σὺ καυχᾶσαι; δῆλον οὖν ὅτι περὶ σεαυτοῦ λέγεις, εἰ καὶ συνεσκιασμένως. Εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου— Οἶον ἐν ταῖς θλίψεσιν, ἐν τοῖς διωγμοῖς. Ἐὰν γὰρ θελήσω καυχήσασθαι. Καὶ πῶς ἄνω ἔλεγε, “ὄφελον ἀνέχεσθέ μου, μικρὸν τῆς ἀφρο- “σύνης.” καὶ πάλιν, “ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς “ἐν ἀφροσύνη;” καὶ φαμὲν, ὅτι οὐ κατὰ τὸ καυχᾶσθαι εἶπε τὸ “οὐκ ἔσομαι ἄφρων,” ἀλλὰ κατὰ τὸ μὴ ψεύσασθαι, ὅθεν ἐπάγει, “ἀλήθειαν γὰρ ἐρῶ.” Μῆτις εἰς ἐμέ— Οὐκ εἶπε, πιστεύει ἣ εἴπῃ, ἀλλ’ ἵνα μὴ λογίσηται ἣ ὑπολάβῃ μεῖζόν τι, φησὶ, τῆς ἐμῆς ἀξίας. διὰ τοῦτο γὰρ τὰ περὶ ἑαυτοῦ ἀεὶ ἐσίγα καὶ ἔκρυπτεν· καὶ εἰ μή που ἀνάγκη κατέλαβεν, οὐδὲν περὶ ἑαυτοῦ ἔλεγε, καὶ λέγων δὲ, συνεσκίαζεν ἵνα μὴ μείζονα ὑπόνοιαν περὶ ἑαυτοῦ σχῶσιν· εἰ γὰρ θεοὺς αὐτοὺς ἐνόμισαν οἱ ἄνθρωποι διὰ τὸ μέγεθος τῶν σημείων, καὶ ταύρους σφάττειν ἤθελον, τι ἃν οἰώθησαν, εἰ καὶ τὰς ἀποκαλύψεις ἐφανέρου, καὶ τὰ καθ’ ἑαυτὸν ἐκαυχᾶτο; Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. Ἴνα μὴ, φησὶ, φρονήσω μέγα, ἢ ἵνα μὴ ὑπὸ τῶν ἀνθρώπων ὑπεραίρωμαι καὶ δοξάζωμαι, ὅπερ καὶ βέλτιον· οὐ γὰρ ἔχρηζεν ἡ ψυχὴ Παύλου χαλινοῦ τινος πρὸς τὸ μὴ φρονεῖν μέγα. Ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Τὰ δεσμὰ λέγει, τὰς πληγὰς, τὰς φυλακὰς, τοὺς λιθασμούς. Ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ. Tινές φασι κεφαλαλγεῖν τὸν Παῦλον, ἀλλ’ οὐκ ἔστιν· μὴ γὰρ εἴη τὸ σῶμα Παύλου ἐκδεδόσθαι τῶ Σατανᾷ, ὁπότε αὐτὸς ἐπέτασσεν αὐτῷ καὶ ὀροὺς ἐτίθει, ὅτε τὸν πορνεύσαντα ἐξεδίδου λέγων, “εἰς ὄλεθρον τῆς σαρκὸς,” καὶ οὐχ ὑπερέβη τὸν ὅρον ὁ διάβολος. τί οὖν ἐστι Σατᾶν; ὁ ἀντικείμενος εἴρηται τῇ τῶν Ἐβραίων φωνῇ· ἀγγέλους δὲ Σατᾶν, τοὺς ἀντικειμένους τῷ κηρύγματι, φησὶν, οἷον τοὺς περὶ Ἀλέξανδρον, Ὑμέναιον καὶ Φιλητόν. ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· οὐκ εἴασεν ὁ Θεὸς, φησὶν, ἀπονητὶ προβῆναι τὸ κήρυγμα, ἀλλὰ συνεχώρησεν ἡμᾶς πάσχειν σωματικῶς, ἵνα παν- ταχοῦ κρατήσῃ τὸ κήρυγμα· καὶ ὅρα, ἄλλην μὲν αὐτὸς εἶπεν αἰτίαν τοῦ δεδόσθαι τὸν κολαφισμὸν αὐτῷ· ἵνα γὰρ, φησὶ, μὴ ὑπεραίρωμαι· ὁ δὲ Θεὸς ἄλλην εἶπεν αἰτίαν, ὑπὲρ τοῦ δειχθῆναι, φησὶ, τὴν δύναμίν μου διὰ τῆς δοκούσης ἀσθενείας ὑμῶν. τέλος γὰρ καὶ πέρας ἡ δύναμίς μου λαμβάνει ἐκ τῆς ὑμῶν ἀσθενείας. εἰ γὰρ διὰ τινῶν σοφιστῶν ἣ βασιλέων διηκονεῖτο τὸ κήρυγμα, κἂν τῇ δυνάμει τῶν διακόνων ἔδωκέ τις τὴν ἁπάντων ὑποταγήν· νῦν δὲ ἡ τῶν διακονούντων ἀσθένεια τὴν τοῦ Θεοῦ διαδείκνυσι δύναμιν, καὶ τελειοῖ αὐτὴν, τουτέστι τὸ τέλειον ἔχειν αὐτὴν δείκνυσιν. Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Ινα μὴ νομίσωσι ὀλοφυρωμένου τὰ τοιαῦτα εἶναι ῥήματα, φησὶν, ἥδιστα μᾶλλον καυχήσομαι, διὰ τί ; ὅτι ἡ ἀσθένειά μου καὶ τὴν τοῦ Θεοῦ δείκνυσι δύναμιν, καὶ ἐμὲ λαμπρότερον ποιεῖ, ὥσπερ σίδηρον στομοῦσα τοῖς διωγμοῖς· ὡσεὶ εἶπεν, ἐγὼ μὲν τὸ ἐναντίον ᾔτουν, ἀλλ’ ἐπειδὴ ταῦτα ἤκουσα παρὰ Θεοῦ, ἡδύτερον ἐν ταῖς ἀσθενείαις καυχῶμαι. Ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ὅσῳ γὰρ τὰ τῶν πειρασμῶν ἐπιτείνεται, τοσούτῳ τὰ τῆς χάροτπς αὔξεται· “ἐπισκηνώσῃ,” ὅλη ἐν ὅλω κατοικήσῃ. Εἶτα ἵνα μή τις νομίσῃ σωματικὴν ἀσθένειαν λέγειν αὐτὸν, οἷον πυρετὸν ἢ ἑτέραν περίοδον νοσήματος, φησὶν, “ἐν ὕβρεσιν, “ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ·” ταῦτα γὰρ ἀσθένειαν καλεῖ· τὸ δὲ “εὐδοκῶ,” ἐπιθυμῶ εἶναι ἐν τούτοις καὶ εὐφραίνομαι· ταῦτα καὶ τοὺς ψευδαποστόλους καταισχύνει ἐπὶ τοῖς ἐναντίοις καυχωμένους, καὶ τούτους πείθει μὴ αἰσχύνεσθαι τοῖς τοῦ διδασκάλου πάθεσι· λαμπρὰ γὰρ πάντα καὶ ἡδέα τὰ τοιαῦτα, Χριστὸν ἔχοντα τοῦ πάσχειν ὑπόθεσιν. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὅταν γὰρ ἐβλήθη εἰς τὸ δεσμωτήριον, τότε τὰ θεμέλια κλονηθῆναι πεποίηκεν· ὅταν ναυαγήσας εἰς τὴν βάρβαρον ἐξερρίφη, τότε μᾶλλον ἐδοξάσθη· ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε μάλιστα καὶ τοῦ δικαστοῦ περιγέγονε, καὶ τῶν κατηγόρων. ὁρᾷς ὅτι ὅταν ἀσθενὴς ἦν, τουτέστιν ἐν κινδύνοις ἦν καὶ ὕβρεσι καὶ πληγαῖς, τότε δυνατὸς ἦν καὶ λαμπρός. Γέγονα ἄφρων καυχώμενος. Ταπεινοφροσύνης ὑπερβολή· τὰ ὄντως παράδοξα διελθὼν, ὧν οὐκ ἦσαν ἄξιαι αὐτῶν ἀνθρώπων ἀκοαὶ, ἄφρονα ἑαυτὸν καλεῖ· πῶς δὲ ἡμεῖς σε ἠναγκάσαμεν εἴποιεν ἄν; τῶν ψευδαποστόλων καυχωμένων, φησὶν, εἰ μὴ προσείχετε τοῖς τούτων λόγοις, καὶ ἀπώλλυσθε, οὐκ ἂν εἰς ταῦτα ἦλθον τὰ ῥήματα. ὁρᾷς ὅτι τὴν ἀνάγκην τῆς καυχήσεως ἐποίησεν ἡ τούτων ἀπώλεια; μέγα γάρ τι τοὺς ψευδαποστόλους ἡγούμενοι, νόθα παρ’ αὐτῶν καὶ διεστραμμένα ἐμάνθανον δόγματα. Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. Ὑμᾶς ἔδει τῶν ἐμῶν ἀντιποιεῖσθαι καὶ λόγων καὶ ὑπολήψεων, ὑμῶν δὲ ἐκείνοις προσεχόντων, εἰς τούτους ἐλθεῖν ἠναγκάσθην τοὺς λόγους. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν Ἀποστόλων. Ἄνω, φησὶ, λογίζομαι μηδὲν ὑστερηκέναι, νῦν δὲ ἀποφαντικῶς, “οὐδὲν ὑστέρησα,” ἣ ἐνέλιπον ἣ κατόπιν ἦλθον τῶν περὶ Πέτρον· εὐκαίρως δὲ ἐπὶ τοὺς Ἀποστόλους ἦλθον, δεικνὺς ὅτι οὐ μόνον εἰμὶ τῶν ψευδαποστόλων κρείττων, ἀλλὰ καὶ τῶν Ἀποστόλων ἴσος. Εἰ καὶ οὐδέν εἰμι. Ὥσπερ τι μέγα εἰρηκὼς καὶ ὑπερβαίνων αὐτοῦ τὴν δύναμιν, διορθοῦται αὐτό· οὐκ εἶπε δὲ εὐτελής εἰμι, ἀλλὰ τὸ πολὺ ἧττον, “οὐδέν εἰμι” σὺ δὲ, φησὶ, μὴ τοῦτο ἴδῃς, εἰ οὐδέν εἰμι, ἀλλὰ πρόσχες εἰ μὴ πάντα ὅσα χαρακτηρίζει Ἀπόστολον ἐξετέλεσα. Τὰ μὲν σημεῖα τοῦ Ἀποστόλου κατειργάσθη ἐν ὑμῖν. Ὑμεῖς, φησὶ, τῶν λόγων μάρτυρες, δεῖγμα δὲ Ἀποστόλου μάλιστα, τὸ φέρειν πάντα γενναίως. Ὅρα δὲ τὸ τῆς ὑπομονῆς, ὅπερ ἦν αὐτοῦ ἀρετὴ, μιᾷ λέξει τέθεικε· τὰ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ, ἀλλὰ χάριτος Θεοῦ, διὰ πλειόνων ἐξηγήσατο. ὅμως σκόπει τὸ ταπεινὸν Παύλου, πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους καὶ ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν, πόσους πολέμους ἐμφυλίους τε καὶ ἐξωτικοὺς μιᾷ λέξει τῇ τῆς ὑπομονῆς παρέδραμε. Ἐν σημείοις καὶ τέρασι— Πόσους νεκροὺς ἐγερθέντας καὶ τυφλοὺς ὀμματωθέντας, καὶ νεκροὺς καθαρισθέντας, καὶ δαίμονας ἐλαθέντας ᾐνίξατο εἰπὼν, “ἓν “σημείοις καὶ τέρασι καὶ δυνάμεσι,” τῶν τριῶν ἕν τι δηλούντων. Τί γάρ ἐστιν ὁ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας; Ἵνα μή τις εἴπῃ, μέγ’ ἃς μὲν εἶ, φησὶν, ὅμως οὐ τοσαῦτα εἰργάσω, ὅσα ἐν ταῖς ἄλλαις ἐκκλησίαις οἱ λοιποὶ Ἀπόστολοι, φησὶ, τί γάρ ἐστιν ὃ ἡττήθητε; τουτέστιν, ἔλαττον ἔχετε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας· μὴ ἐλάττονος, φησὶ, μετέχετε χαρίσμα- τος; Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. Πληκτικῷ λόγῳ κέχρηται· εἰ μὴ ἄρα τις τοῦτό με ἐγκαλέσῃ ὅτι τε ἐπιχωριάζω ὑμῖν, καὶ ἐρχόμενος παντὶ σθένει τῆς σωτηρίας ὑμῶν κήδομαι, καὶ ἀπὼν δι’ ἐπιστολῶν ὁδηγῶ πρὸς τὰ πρακτέα, καὶ οὐδὲν πρὸς ἕν τι τῶν ὑμῖν συμφερόντων ἐραθύμησα, ἀπών τε καὶ παρών· εἰ διὰ τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ σύγγνωτε ἀδικοῦντι. Καὶ οὐ καταναρκήσω ὑμῶν. Δεύτερον, φησὶν, ἦλθον, ἰδοὺ τρίτον παρεσκεύασμαι ἐλθεῖν, καὶ ἐν οὐδενὶ τῆς ὑμῶν παραμελήσω σωτηρίας· εἶτα ἵνα μὴ νομίσωσιν ὅτι δεῖ πάντως αὐτὸν ἐρχόμενον νῦν γοῦν τραφῆναι παρ’ αὐτῶν, μάλιστα ἐπειδὴ καὶ περὶ τούτου πολλὰ διεξελήλυθεν ἐν τοῖς ἔμπροσθεν, ἐντεῦθεν ἤδη προαναιρεῖ ταύτην τὴν ὑπόνοιαν, ὅτι ὑμᾶς θλίβω, οὐ τὰ ὑμῶν, καὶ ὑμᾶς ἀγαπῶ, οὐ τὰ ὑμῶν, ὥσπερ οἱ ψευδαπόστολοι· εἶτα καὶ ἀπὸ τοῦ κοινοῦ λογισμοῦ καὶ τῆς φύσεως πιστοῦται τὸν λόγον, ἑαυτὸν μὲν ἐν τάξει πατρὸς, ἐκείνους δὲ ἐν τάξει τέκνων. Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι. Ὁρᾷς πόσους ἔχει βαθμοὺς ὑπερβολῶν τὰ κατὰ τὸν Παῦλον; ἔδει λαβεῖν τοῦ Χριστοῦ τοῦτο κελεύοντος, καὶ οὐκ ἔλαβεν· ἰδοὺ εἷς· καὶ ὑστερούμενος, ἰδοὺ δύο· καὶ αὐτοῖς κηρύσσων, ἰδοὺ τρεῖς· καὶ οὐ μόνον οὐ λαμβάνει, ἀλλὰ καὶ τὴν σάρκα εἰ δέοι προσδίδωσι, τέσσαρες· εἶτα σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν αὐτήν· πέμπτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα φιλούντων αὐτὸν, ἕκτον· καὶ οὐδὲ τὸ ἀγαπῶντα μὴ ἀγαπᾶσθαι ἐγκοπήν τινα ποιεῖ, ἕβδομον. ἐγὼ δὲ πατρὸς ἐπέχων εἰς ὑμᾶς τάξιν, οὐ μόνον οὐ λήψομαι, ἀλλὰ καὶ παρέξω, καὶ οὐχ ῥήματα ἀλλ’ αὐτὸν ἐμὲ καὶ τὴν ἐμαυτοῦ σάρκα· τοῦτο γὰρ τὸ “ἐκδαπανηθήσομαι,” τουτέστι, κἂν τὴν σάρκα δέοι δαπανῆσαι ὑπὲρ ὑμῶν, οὐ φείσομαι. Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν λίαν μὲν φιλουμένων, ἧττον δὲ ἀγαπώντων. Ἔστω δὲ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς. Κατὰ ἐρώτησιν προάγει τὸν λόγον, καί φησι, τοῦτο ὡμολόγηται, ὅτι ἐγὼ οὐ κατεβάρησα ὑμᾶς ἐν τῷ λαβεῖν τι, “ἀλλ’ “ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον,” τουτέστι, δόλῳ ὑμᾶς μετεχειρησάμην καὶ ἠκόντισα· καὶ γὰρ μὲν αὐτοπροσώπως οὐδὲν εἴληφα· ἄρα μὴ διὰ μέσων τινῶν τοῦτο ἔπραξα, πέμψας τινὰς καὶ δι’ αὐτῶν λαβών; οὐ μὲν οὖν· οἱ γὰρ ἐλθόντες πρὸς ὑμᾶς τοῖς ἐμοῖς ἴχνεσιν ἠκολούθησαν. Μῆ τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς— Οἷον διὰ μέσου αὐτῶν· ὅρα δέ· πλεονεξίαν καλεῖ τὸ παρὰ ἀκόντων λαβεῖν, καὶ αὐτοὺς δὲ ἠρέμα ὀνειδίζει, ὡς καὶ αὐτῶν πλεονεκτεῖσθαι ἡγουμένων εἰ θρέψωσι Παῦλον. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο ὀνειδιστικῶς· οὐ γὰρ ἔπεμψα, ἀλλὰ “παρεκάλεσα,” δεικνὺς ὅτι εἰ καὶ εἴληφεν, οὐκ ἐσφάλη· οὐ γὰρ αὐτομάτως, ἀλλὰ κατὰ παράκλησιν ἦλθεν· ἀλλ’ ὅμως οὐδὲ οὕτως εἴληφεν· ἦν δὲ καὶ τινα ἄλλον τῶ Τίτῳ συναποστείλας. Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν. Τουτέστιν οὐ τῇ αὐτῇ χάριτι ᾗ καὶ ἐγώ· χάρισμα καλεῖ τὸ πρᾶγμα τὸ στενούμενον μὴ λαβεῖν· ὅρα δὲ πῶς τὰ οἰκεῖα κατορθώματα τῷ Θεῷ ἀνατίθησι. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν. Τουτέστιν οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι τὴν ἐμὴν ἀκρίβειαν· ὅρα δέ· οὐ μόνον αὐτὸς οὐκ εἴληφεν, ἀλλὰ καὶ τοὺς ἀποσταλέντας ἔπεισε μὴ λαβεῖν. Κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν. Δέδοικε μὴ κόλακός τινος λάβῃ δόξαν· διὸ καὶ ἄνω ἔλεγε, πάλιν ἑαυτοὺς συνιστάνομεν, εἰ καὶ μὴ χρήζομεν συστατικῶν ἐπιστολῶν· οὐχ ὑμᾶς οὐν κολακεύοντες ἣ ὑμῖν ἀπολογούμενοι λέγομεν ταῦτα, ἀλλ’ ὡς ἐνώπιον τοῦ Θεοῦ καὶ ὁρῶντος αὐτοῦ λαλοῦμεν, καὶ ἐν Χριστῷ· οἷον διὰ Χριστοῦ λαλοῦμεν, τὸν δὲ ἐνώπιον καὶ διὰ Χριστοῦ καὶ δίχα Χριστοῦ φθόνον, πῶς ἦν δυνατὸν καλακείας ἣ θωπείας ἕνεκεν λαλεῖν; Τὰ δὲ πάντα ἀγαπητὸς ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. Οὐ λαλοῦμεν οὖν πρὸς χάριν ὑμῶν ἣ κολακείαν, ἀλλ’ ὑπὲρ τοῦ ὑμᾶς οἰκοδομῆσαι καὶ ὠφελῆσαι· ἵνα τοὺς ψευδαποστόλους φυγόντες, ἡμῖν μόνοις προσέχητε καὶ τοῖς ἡμετέροις λόγοις· ἣ ὅτι διὰ τοῦτο οὐκ ἐλάβομεν, ἵνα μὴ ὑμεῖς ἀσθενεῖς ὄντες σκανδα- λισθῆτε. Φοβοῦμαι γὰρ μήπως ἐλθών. Ὁρᾷς κηδεμονίαν πατρικήν; ἀλλὰ ἡμάρτανον, καὶ Παῦλος φοβεῖται. Μῆ πὼς ἐλθών— Ενδιάζει ἔτι, καὶ οὐκ ἀποφαίνεται. Οὐχ οἵους θέλω εὕρω ὑμᾶς. Οἷον διεφθαρμένους. Καὶ εὑρεθῶ κατὰ ἀνάγκην γινόμενος οἷον οὐ θέλετε. Οίκουμενίου. τουτέστι, τιμωρούμενος τοὺς ἀνίατα Μῆ πως— Καὶ λοιπὸν λέγει ποίους εὑρεῖν οὐκ ἤθελε, μετὰ τούτων, φησὶ, τῶν ἐλαττωμάτων· ἔρεις δὲ, φησὶ, διὰ τὸ ἑστάναι. Ἐριθεῖαι— Οἷον ἁψιμαχίαι. Μῆ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου. Οτι κατ’ αὐτοῦ μὲν ὠφρύοντο, τοὺς δὲ φευδαποστόλους ἐτίμων. Ἀρκεῖ, φησὶ, τὰ πρότερα. Θεοδωρίτου. ταπείνωσιν ἑαυτοῦ τὴν ἐκείνων παρανομίαν ἐκάλεσε, βεβαιῶν ἅπερ ἤδη προείρηκε, “τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; “τίς σκανδαλίζεται, καὶ ἐγὼ πυροῦμαι;” Ταπεινώσει— Τὸ λαβεῖν δίκην παρὰ τῶν αἰτιῶν, ταπείνωσιν οἰκείαν καλεῖ, δεικνὺς ὡς οὐκ ἃν δίχα μεγάλης ἀνάγκης τοῦτο κατεδέξατο· δείκνυσι δὲ ὅτι δι’ αὐτῶν πάντα ὑπομένει, καὶ τὸ ταπεινοῦσθαι καὶ τὸ πενθεῖν, τὸ εἰπεῖν “ὁ Θεός μου,” τὸ “μου” γὰρ προσκείμενον τὴν διακαῆ ἀγάπην δηλοῖ τοῦ Χριστοῦ. Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων. Ὄρα ἀποστολικὴν ἀρετήν· μηδὲν συνειδὼς ἑαυτῷ κακὸν, ὑπὲρ τῶν τοῖς ἄλλοις πλημμελουμένων, πενθεῖ· οὐκ εἶπε δὲ πάντας, ἀλλὰ πολλούς· καὶ οὐδὲ τούτους δηλοῖ, μετανοίας χώραν διδοὺς, καὶ ὅπως μὴ γένωνται ἀναισχυντότεροι. Καὶ μὴ μετανοησάντων. Ποῦ εἰσιν οἱ Ναυατιανοί; Ἐπὶ τῇ ἀκαθαρσίᾳ. Ἀκαθαρσία δύναται ἐπὶ ἑκάστης ἁμαρτίας λέγεσθαι, οὐδὲν γὰρ ἁμαρτίας εἰδεχθέστερον. τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἦν δεύτερον ἀπελθών· εἰ οὖν καὶ νῦν ἔλθω, τρίτον ἔρχομαι, καὶ τι τοῦτο; ὥσπερ, φησὶν, ἔπι στόματος δύο καὶ τριῶν μαρτύρων ἅπαν ῥῆμα ἀμφίβολον ἵσταται καὶ πέρας λαμβάνει, οὕτως ἐπὶ δύο καὶ τριῶν μου παρουσιῶν ἅπαν ῥῆμα ἀπειλητικὸν σταθήσεται καθ’ ὑμῶν, καὶ πέρας λήψεται· ὅρα δὲ ὅτι ταῖς παρουσίαις ἀντὶ μαρτύρων εχρησατο. Καὶ ἤδη προεῖπον, καὶ νῦν προλέγω, ὥσπερ παρὼν πρὸς ὑμᾶς τὸ δεύτερον εἶπον, ἰδοὺ καὶ ἀπὼν τὸ τρίτον προλέγω, ἰδοὺ τρεῖς ἄλλοι μάρτυρες· ἦσαν μὲν αἱ δύο μαρτυρίαι καὶ ἡ μέλλουσα ἔσεσθαι, δύο καὶ τρεῖς μάρτυρες· ἰδοὺ πάλιν ἄλλοι τρεῖς μάρτυρες, τὸ δὶς παρὼν προειπεῖν, καὶ νῦν ἅπαξ ἐν τῇ ἀπουσίᾳ· εὐφυῶς δὲ τὴν γραφὴν τὴν περὶ τῶν μαρτύρων ἐξέλαβεν εἴς τε τὰς τρεῖς παρουσίας, καὶ εἰς τὰς τρεῖς παραγγελίας. Οἰκουμενίου. τοῖς μὲν ἡμαρτηκόσιν, ἵνα διορθώσωνται, τοῖς δὲ λοιποῖς πᾶσιν, ἵνα μάρτυρες εἶεν, ὅτι, φησὶ, παρ’ ἐμὲ οὐδὲν, ἐὰν μὴ μετανοήσαντας τιμωρήσωμαι. Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν. Τί προείρηκας καὶ νῦν τι γράφεις; ὅτι, φησὶν, “ἐὰν ἔλθω εἰς “τὸ πάλιν,” τουτέστι τὸ ἄλλο ἅπαξ “οὐ φείσομαι.” Ὅρα δέ· οὐκ εἶπε, τιμωρήσομαι, ἀλλ’ ὡς πατὴρ οὐ φείσομαι, δεικνὺς ὅτι ἔτι φείδεται, καὶ ταῦτα σφαλλομένων. Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Δοκιμὴν, πεῖραν, οὐ διὰ τοῦτο δὲ ἐκόλαζεν ὡς δοκιμὴν δώσων, ἀλλ’ ὅτι ἡμάρτανον· τοῦτο δὲ εἴρηται κατὰ τῶν λεγόντων ὅτι ἡ παρουσία αὐτοῦ ἀσθενής· ἐπειδὴ γὰρ, φησὶ, θέλετε δοκιμάσαι εἰ ἐν ἐμοὶ λαλεῖ ὁ Χριστός· ὥσπερ γὰρ ἔρημόν με τοῦ Χριστοῦ, οὐτῶ σκώπτετε. Θεοδωρίτου. Πεῖραν λαβεῖν, ὡς ἔοικε, βούλεσθε τοῦ ἐν ἐμοὶ φθεγγομένου Χριστοῦ, καί τοι σαφῶς αὐτοῦ μαθόντες τὴν δύ- ναμιν. Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ. Τί βούλεται ἡ προσθήκη τοῦ “εἰς ὑμᾶς” καὶ τοῦ “ἐν ὑμῖν;” οὐ γὰρ πρὸς αὐτοὺς μόνον ἔλεγε, πεῖραν ἔχετε ἀφ’ ὧν πεπόνθατε, ὅτι οὐκ ἀσθενὴς ὁ Χριστὸς, ἣ ὅτι τέως, ἐν ὑμῖν φησὶ, τοῖς καὶ διορθωθῆναι δυναμένοις, τὴν δύναμιν ἐπιδείκνυσι· τοὺς γὰρ ἀνίατα νοσοῦντας ἔκει τιμωρήσεται. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας. “Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας,“ πολλοὶ θορυβοῦνται τῶν μὴ τῇ δυνάμει τῶν λέξεων προσεχόντων. Ὅρα οὖν, ἀσθενείας τρόποι τρεῖς. εἷς ὁ τῶν σωματικῶν νοσημάτων· δεύτερος τὸ περὶ τὴν πίστιν σαθρὸν, ὡς αὐτός φησι, “τὸν δὲ ἀσθενοῦντα τῇ πίστει “προσλαμβάνεσθε·” τρίτος ὁ τῶν διωγμῶν καὶ πειρασμῶν. καὶ γὰρ καὶ ταῦτα ἀσθένειαν ὁ Παῦλος καλεῖ, ὡς ἐκεῖ, “ἡ γὰρ δύνα- “μίς μου ἐν ἀσθενείᾳ τελειοῦται,“ τουτέστιν ἐν διωγμοῖς καὶ κινδύνοις· καὶ πάλιν, “διὸ εὐδοκῶ ἐν ἀσθενείαις,” καὶ ἑρμηνεύων αὐτὸ ἐπάγει “ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις·” καὶ πάλιν, “ὅταν ἀσθενῶ,” τουτέστι, διώκωμαι, “τότε δυνατός εἰμι,” ὡς τότε μάλιστα τῆς χάριτος ἐφιζανούσης. κατὰ τοῦτον οὖν τῆς ἀσθενείας τὸν τρόπον ἐσταυρώθη ὁ Κύριος, ἐπιβουλὴν ὑπομείνας, καὶ κίνδυνον, καὶ ὕβριν· ἀλλ’ ὅμως, φησὶν, οὐ παρέβλαψε τοῦτο τὴν δύναμιν αὐτοῦ. Ἤ οὕτως. ἀσθένειαν, φησὶ, τὴν δοκοῦσαν τοῖς ἀπίστοις, ὡσεὶ ἔλεγεν, εἰ καὶ κατὰ τῶν ἀπίστων λόγον “ἐξ “ἀσθενείας ἐσταυρώθη,” δηλαδὴ τοῦτο κατὰ συγχώρησιν διδοὺς, “ἀλλὰ ζῇ,” φησὶν, “ἐκ δυνάμεως Θεοῦ.” ἀκούων δυνάμεως Θεοῦ, μὴ τοῦτο τὸ ἀνόσιον ὑπονοήσῃς, ὅτι αὐτὸς ἠτόνει ζωογονῆσαι τὴν ἰδίαν σάρκα, καὶ διὰ τοῦτο τῆς δυνάμεως τοῦ Πατρὸς χρεία γέγονεν· εἰ γὰρ Χριστὸς Θεοῦ δύναμίς ἐστι, καὶ Θεοῦ σοφία, πῶς ἠτόνει ἡ τοῦ Θεοῦ δύναμις, καὶ ταῦτα εἰς τὴν οἰκείαν σάρκα· ὁ καὶ ἄλλοις ζωὴν διδοὺς, μᾶλλον δὲ ἅπασιν; ἀλλ’ ἀδιαφόρως ὁ Παῦλος καὶ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ λέγει, καὶ ἔμπαλιν τὰ τοῦ Υἱοῦ τοῦ Πατρός· ὅτι γὰρ αὐτὸς ὁ Χριστὸς αὐτὴν ἀνέστησεν, ἄκουσον αὐτοῦ λέγοντος, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἰ δὲ ὅπερ αὐτὸς ὁ Υἰὸς εἰργάσατο, τοῦτο ἐκ τοῦ Πατρὸς γενέσθαι λέγει ὁ Παῦλος, μὴ θορυβηθῇς, οἶδε γὰρ αὐτὸν εἰπόντα, “πάντα τὰ τοῦ Πατρός μου ἐμά ἐστι, καὶ πάντα τὰ ἐμὰ σά ἐστι, πρὸς τὸν Πατέρα εἰρηκότα. Εἰ γὰρ τοῦ σταυροῦ τὸ πάθος ὑπέμεινε διὰ θνητὴν τοῦ σώματος φύσιν, οὐδὲν πρὸς τὴν δύναμιν παρεβλάβη, ἐπειδὴ ἐσταυρώθη, οὕτως οὐδὲ ἡμεῖς ἐπειδὴ διωκόμεθα καὶ ὑβριζόμεθα· διὸ ἐπάγει “ἐν ἀυτῷ” Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ. Ἐν αὐτῷ, τουτέστι, δι’ αὐτὸν καὶ δία τὸ κήρυγμα αὐτοῦ ἀσθενοῦμεν ἐν τοῖς διωγμοῖς καὶ τοῖς κινδύνοις, ἀλλ’ ὥσπερ τῶν σκυθρωπῶν αὐτῷ κοινωνοῦμεν, οὕτω καὶ τῶν φαιδρῶν κοινωνήσομεν· ὅθεν ἐπάγει, “ἀλλὰ ζησόμεθα σὺν αὐτῷ.” Ὁμοίως νόησον καὶ τοῦτο τῷ ἄνω, “ἀλλὰ ζῇ ἐκ δυνάμεως “Θεοῦ·” τὸ δὲ εἰς ὑμᾶς, οἷον ὑμῖν ζήσομεν, τουτέστιν εἰς τὴν ὑμῶν ὠφέλειαν ἣ δι’ ὑμᾶς, ἐπειδὴ, φησὶν, ἐπετρέψαμεν ὑμᾶς, ἣ σὺν ὑμῖν ζήσομεν τότε. Ἑαυτοὺς δοκιμάζετε. Ὁρᾷς οἷον κατασκευάζει, καὶ τί λέγω, φησὶ, περὶ ἐμαυτοῦ, ὅτι ὁ Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ ὑμεῖς γὰρ αὐτοὶ, εἰ μή τι ἀδόκιμοι γεγόνατε, ἔχετε ἐν ἑαυτοῖς τὸν Χριστόν· εἰ δὲ ὑμεῖς, πολλῷ μᾶλλον, φησὶν, ἐγώ· ἑαυτῶν τοιγαροῦν ἀπόπειραν ποιεῖσθε, μή τι ἐκ τῶν ὀρθῶν παρετράπη δογμάτων, τῇ τῶν ψευδαποστόλων διδαχῇ. Πῶς δ᾿ ἃν γνοίησαν; ἐκ τῶν σημείων ὧν ἐποίουν, εἰ ἔτι ποιῶ αὐτὰ, φησὶν, “εἰ μή τι ἀδόκιμοι ἐστε.” ἐνταῦθα καὶ εἰς βίον πονηρὸν αὐτοὺς αἰνίττεται· δεῖ γὰρ καὶ πίστεως καὶ βίου πρὸς τὰ σημεῖα· εἰ οὖν καὶ ἐστὲ ἐν τῇ πίστει, μὴ καὶ βίον δὲ τῆς πίστεως κατάλληλον ἐπιτηδεύετε, φησὶν, ἀδόκιμοι ἐστε, καὶ Χριστὸς ἐν ὑμῖν οὐκ ἔστιν, οὐδὲ διὰ τῶν σημείων δείκνυσι παρὼν πρὸς ὑμᾶς. Εἰ μή τι ἀδόκιμοί ἐστε. Εἰ δὲ ὅλως ὑμεῖς μὴ ἐστὲ ἀδόκιμοι, ἐλπίζω ὅτι διὰ τῆς εἰς ὑμᾶς τιμωρίας γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι· ἔδει μὲν οὖν ἄλλῳ τρόπῳ γνῶναι ὑμᾶς καὶ εἰδέναι, ὅτι δόκιμοί ἐσμεν, ἐπειδὴ δὲ οὐ βούλεσθε, διὰ τῆς ὑμῶν τιμωρίας τοῦτο γνώσεσθε. Εὔχομαι δὲ πρὸς τὸν Θεόν. Ὅρα φιλόσοφον γνώμην κατεφρονεῖτο, ἐκωμῳδεῖτο ὡς οὐδὲν δυνάμενος, ἀλλ’ ἐν γράμμασι μόνον κομπάζων, καὶ οὐ μόνον ἀναβάλεται διὰ τῆς κατ’ ἐκείνων τιμωρίας τὴν οἰκείαν ἰσχὺν φανερῶσαι, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν ποτε εἰς ἀνάγκην τοῦ ταύτην ἐπιδεῖξαι. Οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν. Ἐκ γὰρ τοῦ μὴ ἁμαρτεῖν αὐτοὺς οὐκέτι τὴν τιμωρητικὴν ἐπεδείκνυτο δύναμιν, καὶ πάλιν ὡς ἀδόκιμος καὶ ἀνίσχυρος ἐκρίνετο. Ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Καλῶς τὸ “ὡς ἀδόκιμοι·” οὐ γὰρ τῇ ἀληθείᾳ ἤμελλεν, ἐπεὶ μὴ τιμωρεῖται μὴ ἁμαρτάνοντας, ἀδόκιμος γίνεσθαι, ἀλλὰ καὶ μάλιστα δόκιμος, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ὑπόληψιν εἶπε τὸ “ὡς ἀδόκιμοι.” Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. ᾿Εάν τις ἀληθῶς βιοῖ, φησὶ, καὶ εὐσεβῶς· ἀλήθειαν γὰρ νῦν τὴν εὐσέβειαν καλεῖ, ὡς νόθου ὄντος τοῦ δυσσεβοῦς βίου· οὐδὲ εἰ βουλόμεθα ἐπαγαγεῖν τιμωρίαν δυνάμεθα· οὐ συνεργεῖ γὰρ ὁ Θεός. οὐ γὰρ κατὰ τῆς ἀληθείας οἷον εὐσεβείας τι ἰσχύομεν· ἡ δὲ ἰσχὺς ἡμῶν ὑπὲρ αὐτῆς, ἵνα τοὺς μὴ κατ’ αὐτὴν ζῶντας διὰ τῆς τιμωρίας ἀναγκάζωμεν αἱρεῖσθαι αὐτήν. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν. Ἐπεὶ μὴ δύναμαι καὶ βουλόμενος κατὰ τῆς ἀληθείας· ἄρα ἀλγῶ ὑπὲρ τούτου; οὐμενοῦν· χαίρω γὰρ ὅταν ἡμεῖς ἀσθενεῖς νομιζώμεθα ἐκ τοῦ μὴ ἐπάγειν τιμωρίαν· ὑμεῖς δὲ ἰσχυροὶ ἐκ τοῦ ἀνάλωτοι εἶναι τῇ τιμωρητικῇ μου δυνάμει διὰ τὸ βιοῦν ὀρθῶς. Τοῦτο δὲ καὶ εὐχόμεθα. Ἄρα οὖν μόνον χαίρομεν· “καὶ εὐχόμεθα” μὲν οὖν “τὴν ὑμῶν “κατάρτισιν,” τουτέστιν εὐδοκίμησιν. καὶ τὸ ἀπηρτίσθαι ἐν βίῳ καὶ δόγμασι χρηστοῖς, ἢ ἵνα σφαλλομένους τιμωρούμενοι δόξωμεν εἶναι δυνατοί. Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω. Ἐπειδὴ σφόδρα ἐπέπληξεν αὐτοῖς πανταχοῦ μὲν, μάλιστα δὲ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, ὥσπερ ἀπολογεῖται, κα φησι· διὰ τοῦτο οὕτως ἔγραψα, ὡς βουλόμενος ἄχρι τῶν γραμμάτων εἰναι τὴν ἀποτομίαν, καὶ μὴ ἐν ἔργοις ἐπιδειχθῆναι. Κατὰ τὴν ἐξουσίαν ἢν ἔδωκέ μοι ὁ Κύριος. Ὥστε κἂν κολάζω, φησὶν, οὐκ ἐγὼ κολάζω, ἀλλὰ διαμέσου ἐμοῦ ὁ ταύτην μοι δεδωκὼς τὴν ἐξουσίαν Χριστός. Ὅρα δὲ, ἐν τῷ ἀπολογεῖσθαι φοβερώτερον τὸν λόγον εἰργάσατο. τι οὖν εἴποι τις αὐτῷ; διὰ τοῦτο εἴληφας ἐξουσίαν, ἵνα τιμωρῇ τοὺς ἀνθρώπονς τοὺς κατ’ εἰκόνα Θεοῦ, καὶ εἰς τοῦτό σε ὅλως κατέστησεν ὁ φιλάνθρωπος Χριστός; οὐκ εἰς καθαίρεσιν, φησὶ, καὶ ἄλεθρον ψυχῶν εἴληφα τὴν ἐξουσίαν, ἀλλ’ εἰς οἰκοδομήν· αὐτὸ γὰρ τοῦτο τὸ τοὺς αἰτίους τιμωρεῖσθαι οἰκοδομεῖν ἐκκλησίας ἐστίν· ἀσφαλεστέρων τῶν λοιπῶν καὶ δοκιμωτέρων διὰ τῆς τιμωρίας γινομένων. Λοιπὸν, ἀδελφοὶ, χαίρετε. Μετὰ τὸ ἐμὲ, φησὶ, τὸ ἐμαυτοῦ ποιῆσαι, τουτέστι συμβουλεῦσαι, ἀπειλῆσαι, ὑπόλοιπόν ἐστι τὸ καὶ ὑμᾶς τὰ ἀφ’ ὑμῶν συνεσενέγκαι. τὸ δὲ “χαίρετε” ἐστὶν χαρήσεσθε δὲ διορθούμενοι νῦν τε καὶ ἐν τῷ μέλλοντι. Καταρτίζεσθε. Οἱον τέλειοι γίνεσθε, ἀναπληροῦτε τὰ λείποντα. Παρακαλεῖσθε. Ἐπειδὴ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, φησὶ, παρακαλεῖσθε ὑφ’ ἑαυτῶν καὶ ὑφ’ ἄλλων, ἔτι δὲ ὑπὸ τῆς συνειδήσεως εἰς βελτίω μεταβολήν. Εἰρηνεύετε. Τοῦτο καὶ ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἐν προοιμίοις ᾔτησε· διεστασίαζον γὰρ πρὸς ἑαυτούς· τί δὲ βούλεται τό τε αὐτὸ φρονεῖν καὶ εἰρηνεύειν; ὅτι ἔνι τὸ αὐτὸ μὲν φρονεῖν ἐν τοῖς δόγμασι, μὴ εἰρηνεύειν δὲ πρὸς ἑαυτούς. Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. “Θεὸς ἀγάπης,” ὁ Θεὸς χρηματίζει διὰ τὸ ἠγαπηκέναι ἡμᾶς, “εἰρήνης” δὲ διὰ τὸ εἰρηνεῦσαι τὰ ἐν οὐρανῷ τοῖς ἐν γῇ· ἐκ δὲ τῆς ἀγάπης ἡ εἰρήνη, “ἐὰν,” φησὶ, “ταῦτα ποιῆτε, ἔσται μεθ’ ὑμῶν ὁ Θεός. Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Μῆ ὑπούλῳ, φησὶ, καὶ δολερῷ ὡς Ἰούδας· διὰ τοῦτο δὲ φιλοῦμεν, ἵνα ἀναζωπυρῶμεν τὴν πρὸς ἑαυτοὺς ἀγάπην. Ἀσπάζονται ὑμᾶς— Τοὺς μὲν παρόντας διὰ φιλήματος συνάπτει, τοὺς δὲ ἀπόντας διὰ προσρήσεως· ἀπὸ γὰρ τοῦ αὐτοῦ πρόεισι στόματος, ὅ τε ἀσπασμὸς καὶ ἡ πρόσρησις. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ συνῆψεν ἅπαντας, ὅπερ ἔθος αὐτῷ καὶ νῦν ποιεῖ· ἐπεύ- χεται αὐτοῖς τὴν χάριν τοῦ Υἱοῦ, δι’ ἧς ἔσωσε χάριτι καὶ οὐ δι’ ἔργων ἡμῶν, σφαγεὶς ὑπὲρ ἡμῶν· καὶ τὴν ἀγάπην τοῦ Πατρὸς, ἣν ἠγάπησεν ἡμᾶς, τὸν μονογενῆ δοὺς ὑπὲρ ἡμῶν· καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος, οἷον τὴν μετοχὴν αὐτοῦ καὶ μετάληψιν, δι’ ἧς πάντες ἁγιαζόμεθα ἐν τῇ ἐπιφοιτήσει τοῦ παρακλήτου Θεοῦ τοῦ Πνεύματος.