Ancient Greek
ΚΕΦ. Θ.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Θ..1
Not analysed yet
Προτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ τοῦτο ἐρχομένων. Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας· ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Τεχνικῶς πάνυ, οὐ γὰρ ἦλθεν ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν, ἢ γὰρ ἂν δυσπαράδεκτον εἰργάσατο τὸν λόγον, ἀλλ’ ἀπὸ ἐγκωμίων· βούλεται δὲ τὸν περὶ ἐλεημοσύνης αὐτοῖς κινῆσαι λόγον, καὶ φησὶ, τὴν χάριν τοῦ Θεοῦ, χάριν λέγων τὸ χάρισμα· χάρισμα γὰρ Θεοῦ ἐστι τὸ εἶναι ἐλεήμονα, ὥσπερ τὸ ἰάσεις ἐπιτελεῖν. τὴν δεδομένην— Ὅρα τὸ εὐμήχανον τοῦ Ἀποστόλου· οὐκ εἶπεν εὐθὺς, δότε ἐλεημοσύνην, ἀλλὰ τὰ ἑτέροις κατορθωμένα περὶ ἐλεημοσύνης διηγεῖται· ἐκ γὰρ τοῦ ἐκείνους ἐγκωμιάζειν, μᾶλλον τούτους πρὸς τὸν ὅμοιον ζῆλον προτρέπει. Ταῖς ἐκκλησίαις τῆς Μακεδονίας— Ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος. Οὕτως ἐθλίβησαν, φησὶν, ὅτι καὶ δόκιμοι ἐκ τῆς ὑπομονῆς γεγένηνται, καὶ οὔπω τοῦτο θαυμαστὸν, ἀλλ’ ὅτι ἐκ τοσαύτης θλίψεως τοσαύτη χαρὰ ἐβλάστησεν αὐτοῖς, ἡ περισσεία γὰρ τῆς χαρᾶς αὐτῶν· ἀπὸ κοινοῦ τὸ ἐπερίσσευσεν. Καὶ ἡ κατὰ βάθους πτωχεία. Καὶ ὥσπερ, φησὶν, ἡ θλίψις χαρὰν ἔτεκεν, οὕτω “καὶ ἡ κατὰ “βάθους πτωχεία,” τουτέστιν ἡ πολλή· καὶ γὰρ διηρπάγησαν ὑπὸ τῶν ἰδίων συμφυλετῶν, εἰς πλοῦτον ἁπλότητος, τουτέστι, δαψιλείας, ὡσεὶ ἔλεγεν, ὣ τοῦ παραδόξου, ἡ πτωχεία εἰς δαψιλῆ πλοῦτον οὐ μόνον ὑπούργησεν, ἀλλὰ καὶ ἐπερίσσευσεν. οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων κρίνεται· οὕτω καὶ ἡ χήρα, ἧς τὰ δύο λεπτὰ προκέκριται. Ὅτι κατὰ δύναμιν μαρτυρῶ. Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι κατὰ δύναμιν, καὶ ὑπὲρ δύναμιν μενοῦν αὐθαίρετοι· δεύτερον ἐγκώμιον· οὐ γὰρ ἡμεῖς αὐτοὺς προετρεψάμεθα· μετὰ πολλῆς παρακλήσεως· τρίτον ἐγκώμιον, ὅτι οὐχ ἡμεῖς παρεκαλέσαμεν, ἀλλ’ αὐτοί· εἰτα ἐπιτείνων τὴν παράκλησιν, φησὶ, δεόμενοι ἡμῶν. Τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας. Ζηλωταὶ ἦσαν ἀνθρώπων, χάριν καὶ χάρισμα τὸ πρᾶγμα κελεῖ, ἵνα ἐπιδράμωσι· κοινωνίαν δὲ καλεῖ τὴν ἐλεημοσύνην, δεικνὺς ὅτι οἱ μὲν χρήματα διδοάσιν, οἱ δὲ λαμβάνοντες τὴν παρὰ Θεοῦ βοήθειαν αὐτοῖς συνεισφέρουσι. Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὰς θλίψεις καὶ τὴν ποσότητα νοητέον· οὐ γὰρ ἠλπίσαμεν, φησὶν, ὅτι ἐν θλίψει ὄντες τοσαύτη, ἣ ἔδωκαν ἣ τοσαῦτα ἔδωκαν. Ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον. Οὐκ ἐν μέρει μὲν, φησὶ, “τῷ Κυρίῳ,” ἐν μέρει δὲ τοῖς κοσμικοῖς πράγμασιν, ἀλλ’ ὅλοι δι’ ὅλων “ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ· καὶ ἡμῖν “δὲ οὐκ εἰκῆ, ἀλλὰ διὰ θελήματος Θεοῦ,” τουτέστι διὰ τὸ θέλημα τὸ ἀρεστὸν Θεῷ τοῦτο ποιοῦντες. Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον. Καὶ τοσοῦτον, φησὶν, ἔδωκαν ἑαυτοὺς πρὸς τοῦτο, ὥστε ἐλθεῖν με εἰς τὸ πέμψαι Τίτον περὶ τούτου πρὸς ὑμᾶς, ἵνα μὴ ἔλαττον σχοίητε Μακεδόνων. Ἵνα καθὼς προενήρξατο. Οἰκειοῖ αὐτοῖς τὸν Τίτον· δείκνυσι γὰρ αὐτὸν προθέμενον καὶ ἀφ’ ἑαυτοῦ ἀπελθεῖν πρὸς Κορινθίους, ἵνα μὴ ἐλαττωθῶσι Μακεδόνων. τοῦτο δὲ ἀγάπης ἦν Τίτου· ἵνα, φησὶ, “καθὼς προενήρ- “ξατο,” τουτέστι, προέθετο δεῖν ἐλθεῖν πρὸς ὑμᾶς, “καὶ ἐπιτε- “λέσῃ,” τουτέστι πληρώσῃ τὸ ἐγχείρημα· τοῦτο δέ ἐστι τὸ παρασκευάσαι αὐτὸν εἰς ἔργον ὑμᾶς ἀγαγεῖν. Καὶ τὴν χάριν ταύτην. Ὡς τὰ λοιπὰ ὑμῖν, φησὶ, διήνυσται, ἅπερ ἐν τοῖς ἄνω μαρτυρεῖ· ὅρα δὲ πῶς πανταχοῦ χάρισμα καλεῖ τὴν ἐλεημοσύνην, καὶ τὴν χάριν γὰρ, φησὶ, ταύτην. Ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε. Ὄρα πάλιν μετ’ ἐγκωμίων τὴν προτροπήν· περισσεύετε, φησὶ, τουτέστι, μετὰ περισσείας ἔχετε πάντα, πίστει μὲν τῇ εἰς τὸν Κύριον, λόγῳ δὲ τῇ σοφίᾳ, γνώσει δὲ τῇ τῶν δογμάτων, καὶ πάσῃ σπουδῇ τῇ περὶ τὴν ἄλλην ἀρετήν. Καὶ τῆ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ. Καὶ ὥσπερ, φησὶ, περισσεύετε ἐν τῷ ἀγαπᾷν με· εἰ γὰρ καὶ μὴ ἠγάπων αὐτὸν οὕτως ὡς αὐτὸς ἐκείνους, ἠγάπων δὲ ὅμως· πλὴν καὶ προτρεπομένου τὰ ῥήματα. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Πάλιν χάρισμα τὴν ἐλεημοσύνην καλεῖ. περισσεύητε δὲ, ἣ ὑπὲρ Μακεδόνας τοὺς πένητας, ἣ οἷον δαψιλεύησθε. Οὐ κατ’ ἐπιταγὴν λέγω. Ἐπειδή τε πολλὰ παρῄνεσε καὶ σφόδρα Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ ἐπαχθής τις εἶναι δόξῃ, φησὶν, οὐκ εἰς ἐπιταγὴν λέγω, τουτέστιν, οὐχ ὡς κελεύων, οὐδ’ ὡς ἀναγκάζων. Διὰ τῆς ἑτέρων σπουδῆς. Τουτέστι, διὰ τοῦτο διεξῆλθον τὴν σπουδὴν Μακεδόνων τὴν περὶ τὴν ἐλεημοσύνην, ἵνα διὰ τῆς ἐκείνων σπουδῆς δοκιμωτέρους ὑμᾶς τοὺς ὑπ’ ἐμοῦ ἠγαπημένους ποιήσω· δοκιμάζων γὰρ, τουτέστι, δοκιμωτέρους ἀποφαίνων· οἷον ἐνάρετον. Γιγνώσκετε γὰρ τὴν χάριν. Ἐπτώχευσε γὰρ τὴν ἡμετέραν σάρκα· εἶτα κατεδικάσθη καὶ ἐσταυρώθη καὶ τὸ ὅτι δι’ ἡμᾶς τοὺς ἀναξίους. Ὅτι δι’ ὑμᾶς ἐπτώχευσε. Εἰ οὖν ἐκεῖνος, φησὶν, ἐπτώχευσε διὰ σὲ, σὺ δὲ χρήματα δίδως δι’ αὐτὸν. Πλούσιος ὤν. Καθό ἐστι, καὶ νοεῖται Θεὸς, οἷον ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, δόξαν ἔχων ἀπόρρητον, φῶς ἀνεκλάλητον, μεγαλωσύνην ἀνείκαστον. Ἵνα ὑμεῖς τῆ ἐκείνου πτωχείᾳ πλουτήσητε. Εἰ γὰρ μὴ ἐκεῖνος, φησὶν, ἐπτώχευσεν, οὐκ ἃν ἡμεῖς ἐπλουτίσαμεν· ἐπλουτίσαμεν δὲ ἄφεσιν ἁμαρτιῶν, ἁγιωσύνην, υἱοθεσίαν, αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ γνώμην ἐν τούτῳ δίδωμι. Ὅρα πῶς ἀνεπαχθὴς εἶναι σπουδάζει· γνώμην, φησὶ, καὶ συμβουλὴν δίδωμι, οὐκ ἀνάγκην τινὰ ἐπιτίθημι, καὶ αὐτὴν δὲ τὴν συμβουλὴν διὰ τὸ ὑμῖν μᾶλλον συμφέρειν τὸ πρᾶγμα ἤπερ τοῖς λαμβάνουσι λέγω. Οἵτινες οὐ μόνον τὸ ποιῆσαι. Καὶ λοιπὸν λέγει τὴν γνώμην· οἵτινες φησὶν, οὐ μόνον ἀρχὴν ἔχετε πρὸς τὸ ποιεῖν, ἀλλὰ καὶ πρὸς τὸ θέλειν, τουτέστι τὸ ἑκουσίως ποιεῖν καὶ μηδενὸς προτρεψαμένου, νῦν καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, τουτέστι, πληρώσατε αὐτὸ, ὃ ἐνήρξασθε θέλειν. βούλεται τὸ αὐθαίρετον καὶ τούτοις ὡς Μακεδόσι περιάψαι. Ὅπως καθάπερ ἡ προθυμία. Ἵνα μὴ, φησὶν, ἄχρι προθυμίας στῇ τὸ καλὸν ἔργον τοῦτο. ἀλλ’ ὥσπερ ἡ προθυμία ἐκ γνώμης καὶ ἐκ θελήματος ἑκουσίου γέγονεν, οὕτω καὶ τὸ τὴν προθυμίαν πληρωθῆναι γένηται ἐκ τοῦ ἔχειν, τουτέστιν ἐκ τοῦ ἔχοντος εἰσενεγκεῖν· ὡς εἴγε οὐκ ἔχει τις, τὸ ἀπὸ τῆς προθυμίας ἐπλήρωσεν. Εἰ γὰρ ἡ προθυμία. Προκειμένης γὰρ, φησὶ, προθυμίας, καθὸ μέρος ἔχει, εὐπρόσδεκτός ἐστι Θεῷ, κἂν μικρὸν ᾖ, κἂν μηδὲν ᾖ παντελῶς· καθὸ γὰρ ἔχει, φησὶν, οὐ καθὸ οὐκ ἔχει, ἀπαιτεῖται. Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις. Οὐ γὰρ ἵνα ἄλλοι μετὰ ἀνέσεως τρυφῶσι χρὴ ὑμᾶς ὑπὲρ δύναμιν δοῦναι, ὥστε καὶ ἔνδειαν καὶ θλῖψιν ὑπομεῖναι ἐκ τούτου· τοῦτο δὲ, διὰ τὸ αὐτῶν εὐτελὲς, φησίν· ὁ γὰρ Μακεδόνας ἐπαινῶν, ὅτι ὑπὲρ δύναμιν ἔδωκαν, δῆλός ἐστι καὶ τούτους τοῦτο ποιεῖν ἐθέλων· ἀμέλει παρακατιὼν, αἰνιγματωδῶς κατασκευάζει τὸ δεῖν καὶ ὑπὲρ δύναμιν διδόναι. Ἀλλ’ ἐξ ἰσότητος— Κομᾶτε, φησὶ, χρήμασιν ὑμεῖς, ἐκεῖνοι δὲ τὴν εἰς Θεὸν παρρησίαν, οἷς τὰ τῆς ἐλεημοσύνης μέλλει δίδοσθαι· δότε τοίνυν αὐτοῖς τὰ περισσὰ τῶν χρημάτων, καὶ λάβετε τὸ περισσὸν τῆς εἰς Θεὸν παρρησίας· εἰπὼν δὲ, “ἐξ ἰσοτητος,” ἠρέμα προτρέπεται αὐτοὺς μὴ τὸ περίσσευμα δοῦναι, ἀλλὰ καὶ αὐτὸ τὸ ὑστέρημα· τοῦτο γὰρ, φησὶν, εἰ περίσσευμα δῷς, περίσσευμα λαμβάνεις· εἰ δαψιλὲς δῷς, δαψιλὲς λήψῃ· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι βούλῃ τὴν πρὸς Θεὸν παρρησίαν, ὅσα κένωσον καὶ σὺ δὸς καὶ ἐκ τοῦ ὑστερήματος· ἐξισότητος γάρ ἐστιν ἡ λῆψις τῆς δόσεως. καθὼς γέγραπται. Δείξας ὅτι οὐ μόνον διδοῦσιν, ἀλλὰ καὶ ἀντιλαμβάνουσι, καὶ μείζονα ἀντιλαμβάνουσι· καὶ γὰρ εἶπεν ἰσότης πρὸς δαψίλειαν αὐτοὺς προτρέπων. Οὐκ ἔστι γὰρ ἴσον δοῦναι χρήματα καὶ τὴν πρὸς Θεὸν παρρησίαν ἀντιλαβεῖν· νῦν ἐκ τῆς μαρτυρίας τοῦτο θέλει κατασκευάσαι, ὅτι κἂν μὴ μεταδῶτε, οὐδὲν ὑμῖν ἔσται πλέον συνάγουσι. Κἂν γὰρ μὴ λάβωσιν ἐκεῖνοι παρ’ ἡμῶν, οὐ παρὰ τοῦτο ἐλαττωθήσονται· οὐ γὰρ ἂν αὐτοὺς περιίδοι ὁ Θεὸς, δι’ ὅν εἰσι πένητες· καὶ τὴν ἁρπαγὴν γὰρ τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε αὐτοῖς γράφων λέγει. Χάρις δὲ τῷ Θεῷ. Διαλεχθεὶς περὶ ἐλεημοσύνης ὅσα ἐχρῆν, λοιπὸν ἐπαινεῖ τοὺς ἐπ’ τοῦτο τοῦτο σταλέντας, ἵνα ἀνύποπτοι γενόμενοι μᾶλλον εἰς προθυμίαν αὐτοὺς τοῦ συνεισενεγκεῖν ἐνάγωσι. Θεοῦ δὲ λέγει ἔργον τὸ διεγερθῆναι Τίτον εἰς τοῦτο· τούτῳ τῷ τρόπῳ ἀξιόπιστον ποιῶν τὴν δόσιν. Εἰ γὰρ μὴ μέγα ἦν, οὐκ ἂν ἀπὸ Θεοῦ πρὸς τοῦτο διηγέρθη. τὴν μὲν παράκλησιν— Καὶ πόθεν δῆλον, φησὶν, ὅτι ὁ Θεὸς προέτρεψε τὸν Τίτον; πόθεν; ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, τουτέστι, παρεκλήθημεν παρ’ ἐμοῦ, πλὴν καὶ αὐτὸς οἴκοθεν ὥρμητο εἰς τοῦτο. Διὸ καὶ σπουδαιότερος ὑπάρχων τῆς παρ’ ἐμοῦ παρακλήσεως, αὐθαίρετος ἐξῆλθε, τουτέστιν, ἑκὼν καὶ ἐξ οἰκείας προθυμίας. Ὅρα δὲ σοφίαν, καὶ τοῦ Θεοῦ λέγει ἔργον εἶναι τὴν ἔλευσιν Τίτου, καὶ ἑαυτὸν παρακεκληκέναι, καὶ Τίτον μηδὲ δεῆσθαι παρακλήσεως· ταύτῃ τὸ πρᾶγμα μειζόνως ἐπαίρων. Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφόν. Πολλοὶ τὸν Λουκᾶν φασὶ διὰ τὸ σύνταγμα τοῦ Εὐαγγελίου. πολλοὶ τὸν Βαρνάβαν· καὶ γὰρ καὶ τὸ ἄγραφον κήρυγμα εὐαγγέλιόν φασι κεκλῆσθαι, ὃ καὶ μᾶλλον· τὰ γὰρ μετὰ ταῦτα τῷ Βαρνάβᾳ ἁρμοδιώτερα. Οὗ ὁ ἔπαινος. Οὐ γὰρ κηρύσσει μόνον, φησὶν, ἀλλὰ καὶ ἐπαινούμενος· ὁ δὲ ἔπαινος οὐ παρ’ ἑνὸς, ἀλλὰ διὰ πασῶν τῶν ἐκκλησιῶν ἦλθε, φησί. τίνος δὲ ἕνεκεν τὸ μὲν ὄνομα Τίτου λέγει, τούτων δὲ οὐκέτι; ὅτι τὸν μὲν Τίτον ᾔδεσαν, τούτους δὲ ἠγνόουν, καὶ ὅτι τοσαῦτα λέγει περὶ αὐτῶν, ὅσα πρὸς σύστασιν ἤρκει μόνον καὶ τοῦ φυγεῖν τὴν ὑπόνοιαν τοῦ σφετερισμοῦ τῶν χρημάτων. Οὐ μόνον δὲ— Οὐ μόνον δὲ εὐαγγελιζόμενος εὐδοκιμεῖ, φησὶν, ἀλλὰ καὶ διὰ τόδε. Συνέκδημος ἡμῶν— Εἰτα καὶ ἐκ τῆς τῶν ἐκκλησιῶν χειροτονίας καὶ κλήσεως σεμνύνει τὸν Βαρνάβαν· οὐ γὰρ μόνον εὐαγγελιζόμενος εὐδοκιμεῖ, φησὶν, ἀλλὰ καὶ κεχειροτόνηται ὑπὸ τῶν ἐκκλησιῶν εἦναι ἡμῶν συνέκδημος ἐν τῷ κηρύγματι. Ὁ δὲ ἐν τούτῳ κοινωνὸς κοινωνεῖ δηλονότι καὶ τῶν πειρασμῶν καὶ κινδύνων τῷ Παύλῳ. Καὶ οὐ μόνον, φησὶ, συνέκδημος ἡμῶν κεχειροτόνηται, ἀλλὰ καὶ ἐν τῇ χάριτι ταύτῃ κεχειροτόνηται τῇ δεδιακόνηται ὑφ’ ἡμῶν, τουτέστιν ἐπὶ τὸ ὑποδέξασθαι τὰ τῆς ἐλεημοσύνης χρήματα. Οἰκουμενίου. Δύναται ταῦτα καὶ εἰς τὸν Λουκᾶν νοηθῆναι. Πρὸς τὴν αὐτοῦ— Τοιοῦτος δὲ, ἐστὶ φησὶν ὁ καὶ ἐπὶ τῷ τὰ χρήματα ὑποδέξασθαι παρ’ ὑμῶν ὑπὸ τῶν ἐκκλησιῶν χειροτονηθεὶς, ἵνα ἐξ ὧν πράττῃ καὶ ὁ Χριστὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι μᾶλλον εἰς τὴν εἰσφορὰν γένησθε. Μῆ τις ἡμᾶς μωμήσηται. Διὰ τοῦτο δὲ, φησὶ, τοιούτους ἐπέμψαμεν, εὐλαβούμενοι καὶ φυλαττόμενοι, μή τις πονηρὰν ὑποψίαν σχοίη καθ’ ἡμῶν ὡς νοσφιζομένων τὰ χρήματα ἐν τῇ ἁδρότητι, φησὶ, ταύτῃ, τουτέστι, διὰ τὸ εἶναι ἁδρὰν καὶ πλουσίαν τὴν εἰσφορὰν τὴν μέλλουσαν γίνεσθαι ὑφ’ ὑμῶν· καὶ γὰρ τὸ τῶν χρημάτων πλῆθος ἱκανὸν τοῖς πονηροῖς κακὴν ὑπόνοιαν ἐκβαλεῖν περὶ ἡμῶν, εἰ μὴ οὕτως ἐπιλέκτους πρὸς τὴν ὑποδοχὴν αὐτῶν ἦμεν πεπομφότες. περιστελλόμενοι οἵα ἀσφαλιζόμενοι. Προνοούμενοι— Οὐκ εἶπε δὲ μὴ ὑμεῖς περὶ ἡμῶν σκανδαλισθῆτε, ἵνα μὴ πλήξῃ αὐτοὺς, ἀλλὰ “μή τις.” Ὅρα συγκατάβασιν· οὐκ εἶπε τοῦ συνειδότος μου ὄντος ὀρθοῦ, οἰμωζέτω ὁ ὑπονοῶν τι κακὸν, ἀλλὰ τί; διὰ τοῦτο, φησὶν, εἰς τὴν ἀσφάλειαν καὶ τὴν ἀκρίβειαν ταύτην ἦλθον, ἐπειδὴ προνοοῦμεν καλὰ, τουτέστι καλῶς ἀκούειν οὐ μόνον ἔμπροσθεν Θεοῦ, ἀλλὰ καὶ ἀνθρώπων· ὅσῳ γάρ τινες ἀσθενέστερον διάκεινται, φησὶν, ἀνάγκη συγκαταβαίνειν ἡμᾶς. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν. Ἰδοὺ καὶ ἔτι προσέθηκε καὶ τοῦτον μετ’ ἐγκωμίου. Ἐδοκιμάσαμεν— Ἐπαίρει ἐκ τῆς αὐτοῦ δοκιμασίας τὸν ἄνδρα, ἐπίτασις δὲ ἐπαίνου τὸ ἐν πολλοῖς καὶ πολλάκις. Νυνὶ δὲ πολὺ σπουδαιότερον. Ἐπειδὴ, φησὶ, θαρρεῖ ὡς ἀποτεύξεται ἐρχόμενος πρὸς ὑμᾶς, σπουδαιότερος οὑ ἢν γεγένηται. Ὑπὲρ Τίτου— Ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ λοιπὸν δι’ αὐτοὺς καὶ ἐν αὐτῇ τῇ παρακλήσει ἐγκωμιάζει αὐτοὺς, καί φησιν, εἴτε ὑπὲρ Τίτου δεῖ, φησὶ, τὶ εἰπεῖν, ταῦτα ἔχω λέγειν, ὅτι κοινωνός ἐστιν ἐμοὶ καὶ συνεργός μου εἰς ὑμᾶς καὶ εἰς τὴν ὑμῶν σωτηρίαν καὶ πίστιν· μέγας δὲ ὁ ἔπαινος, εἴτε ὑπὲρ τῶν ἄλλων δεῖ τι, φησὶν, εἰπεῖν, ταῦτα ἔχω λέγειν, ὅτι εἰσὶν ἀδελφοὶ ἡμῶν, Ἀπόστολοι ἐκκλησιῶν, ἀπεσταλμένοι, φησὶν, ὑπὸ ἐκκλησιῶν, ἐξ ἐπιλογῆς δηλονότι. “δόξα Χριστοῦ,” ἐξ ὧν, φησὶ, πολιτεύονται, δόξαν προξενοῦσι Χριστῷ. “Ἴνα γὰρ,” φησὶ, “θεωροῦντες ὑμῶν τὰ καλὰ ἔργα, δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.” Τὴν οὖν ἔνδειξιν. “Ἔνδειξιν,” τουτέστιν, ἀπόδειξιν, ἔλεγχον, ἐπίδειξιν, τὴν ἀπόδειξιν, φησὶν, ἧς με ἀγαπᾶτε ἀγάπης, καὶ τῆς καυχήσεως ἧς καυχώμεθα ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐπιδείξασθε· ὅτι, φησὶν, οὐκ εἰκῆ ὑπὲρ ὑμῶν καυχῶμαι. ὡσεὶ ἔλεγε, θέλετε δεῖξαι ὡς ὑμεῖς μὲν ἀγαπᾶτέ με, ἐγὼ δὲ δικαίως ὑπὲρ ὑμῶν καυχῶμαι· τούτους ἀγαπήσατε, τούτοις εὔνοιαν ἐπιδείξασθε. Εἰς πρόσωπον τῶν ἐκκλησιῶν. Εἰς πρόσωπον, φησὶ, τῶν ἐκκλησιῶν, τουτέστι, καὶ εἰς τιμὴν τῶν ἀποστειλασῶν αὐτοὺς ἐκκλησιῶν· ἃν γὰρ τούτους τιμήσητε, τὰς ἐπιστειλάσας ἐτιμήσατε. Οὐ λέγει δὲ, ἀνθρώπων, ἀλλὰ “ἐκκλησιῶν,” σεμνότερον ἅμα καὶ ἀπαραίτητον ποιῶν τὸν λόγον. Περὶ μὲν γὰρ τῆς διακονίας. Διακονίας ἐλεημοσύνης· περὶ ταύτης τοιγαροῦν τῆς ἐλεημοσύνης νῆς πολλά τε εἰπὼν καὶ πολλὰ λέγειν θέλων, νῦν, ἔφη, περιττόν μοι ἐστι τὸ γράφειν ὑμῖν, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι· αἰσχύνεται γὰρ ἄνθρωπος τοιαύτην δόξαν ἔχων, ὡς μήτε δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ἰδίας ὑπολήψεως. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν. Θαρροῦντος μὲν τὸ πεπεῖσθαι. τὸ δὲ καὶ εἰς ἑτέρους καυχᾶσθαι πολὺ πλέον. Ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν. Τοῦτο φησὶν, ἐκαυχώμην πρὸς Μακεδόνας, ὅτι οὐ μόνον ἡ Κόρινθος, ἀλλὰ καὶ πᾶσα ἡ Ἀχαία πρὸς τὴν ἐλεημοσύνην παρεσκεύασται. ἐπαρχία δέ τις ἐστὶν ἡ Ἀχαΐα, ὑφ’ ἣν ἡ Κόρινθος. Οὐκ εἶπεν ὅτι εἰσφέρει ἢ συλλέγει, ἀλλ’ ὅτι παρεσκεύασται, τουτέστιν, ἑτοίμη ἐστί. πεπλήρωκε τὸ πᾶν· λοιπὸν τοὺς διακονησομενους περιμένει. Καὶ ὁ ἐξ ὑμῶν ζῆλος. Ἔνι γὰρ καὶ ἐπὶ χρηστῷ ζῆλος· εἰ οὖν ὑμεῖς γεγόνατε, καὶ τοῖς ἄλλοις πρόξενοι συνεισφορᾶς, πῶς οὐκ ἄτοπον ὑμᾶς ὑστερησαι; Ἠρέθισε τοὺς πλείονας. Καίτοι περὶ Μακεδόνων εἴρηκεν, ὅτι αὐθαίρετοι καὶ μετὰ σπουδῆς ἦλθον εἰς τοῦτο. Πῶς οὖν νῦν φησὶν, ὅτι ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν αὐτούς ; ἠρέθισε τοὺς πλείονας, οὐ πάντας. ἔπειτα τὸ αὐθαίρετοι οὕτω νόει, ὅτι οὐ συνεβουλεύσαμεν, οὔτε προετρεψάμεθα αὐτοὺς, ἀλλ’ ὑμᾶς ἐπῃνέσαμεν ὡς παρασκευασμένους ἀπὸ πέρυσι, καὶ τοῦτο ἤρκεσεν εἰς τὸ διεγεῖραι αὐτούς. Ἔπεμψα τοὺς ἀδελφούς. Ὅρα τὴν κηδεμονίαν τοῦ Παύλου· ἔπεμψα, φησὶν, αὐτοὺς, ἵνα μὴ ματαιωθῇ τὸ καύχημα ἡμῶν, καὶ ψεῦσται εὑρεθῶμεν, εἰπόντες, ὅτι παρεσκευασμένοι εἰσίν. “ἐν τῷ μέρει” φησὶ, “τούτῳ,” τουτέστι τῆς ἐλεημοσύνης. Ἐπειδὴ γὰρ εἶπεν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν, ἄχρι τῆς ἐλεημοσύνης αὐτὸ περιέκλεισεν. Ἵνα καθὼς ἔλεγον. Ἀπὸ ἀνθρωπίνων λογισμῶν καὶ λόγων αὐτοὺς προτρέπει ἀσθενέστερον διακειμένους, μή πὼς, φησὶν, εἰκός ἐστιν αὐτοὺς μετ’ ἐμοῦ ἐλθεῖν. Καὶ εὕρωσι ὑμᾶς ἀπαρασκευάστους. Κολάζει τὸν λόγον, ἡμεῖς καταισχυνθῶμεν ὡς εἰκῆ καυχώμενοι, ἵνα, φησὶν, εὐφημότερον λέγοντες μὴ εἴπωμεν ὑμᾶς καταισχύνεσθαι, εἰ μὴ ὅτι τῶν δύο ἦν αἰσχύνη· τῶν μὲν ὡς ὑστερούντων, τοῦ δὲ ὡς ψεῦδος καυχωμένου ἐν τῇ ὑποστάσει, φησὶ, ταύτῃ τῆς καυχήσεως. ὡσεὶ εἶπεν, οὐκ ἀλλαχοῦ καταισχυνθῶμεν, ἀλλ’ ἐν μόνῃ τῇ περὶ τῆς ἐλεημοσύνης καυχήσει. Ἀναγκαῖον οὖν— Καὶ γὰρ ἦν ὄντως ἀναγκαῖον, καὶ αὐτοὺς αἰσχύνης, καὶ ἑαυτὸν τοῦ δοκεῖν ψεύδεσθαι ἀπαλλάξαι. Ινα προσέλθωσιν— Ἐπειδὴ ἄνω εἰρήκει, περιττόν μοί ἐστι τὸ γράφειν περὶ τούτου, ὡς αὐτῶν δηλαδὴ ἑτοίμων ὄντων, ἵνα μὴ δόξῃ ἐναντία λέγειν νῦν, οὐκέτι περὶ τοῦ εἰσενεγκεῖν, ἀλλὰ περὶ τοῦ ταχέως καὶ δαψιλῶς καὶ προθύμως διαλέγεται· διὰ τούτων κἀκεῖνο κατασκευάζων. Προκατηγγελμένην— Τὴν μετὰ δαψιλείας ἐλεημοσύνην. Οὕτως— Τουτέστι, μετὰ χαρᾶς καὶ σπουδῆς· οὐδεὶς γὰρ εὐλογίαν διδοὺς λυπεῖται, ἢ ἐξ ἀνάγκης δίδωσιν· ἐκεῖνος γὰρ ἀλγεῖ καταβάλλων, ὁ πλεονεκτούμενος καὶ διδοὺς ἐξ ἀνάγκης ἅπερ ἐπλεονέκτησε· νῦν δὲ ἀφορμὴ σωτηρίας ἡ δόσις. Τοῦτο δὲ— Φειδωλῶς, φησὶ, καὶ κνιπῶς· τοῦτο δὲ τὸ τῆς ἐλεημοσύνης, οὕτως ἔχει τρόπου καὶ λοιπὸν σπόρον αὐτὸ καλεῖ, ἴνα πρὸς τὸν ἀμητὸν ἀπιδόντες, καὶ ὅτι ὁ σπείρας πολλὰ καὶ ὀλίγα ἀναλόγως θερίζει, προθυμότεροι πρὸς τὴν εἰσφορὰν γένωνται. Καὶ ὁ σπείρων— Μετὰ δαψιλείας, φησὶ, καὶ ἁδρότητος. Ἕκαστος καθὼς— Ἐπὶ τὸ πρότερον πάλιν ἦλθε, μονονουχὶ τοῦτο λέγων, τὰ μὲν λαληθῆναι φησὶ, περὶ ἐλεημοσύνης ὀφείλοντα ταῦτα, πλὴν καθὼς ἕκαστος προαιρεῖται, οὕτως διδότω, μὴ ἐκ λύπης· οὐ γάρ ἐστι πλεονεξία, μηδὲ ἐξ ἀνάγκης, οὐ γὰρ βιαζόμεθα, φησὶ, τινά· εἶπε γὰρ ἄνω, “οὐ κατ’ ἐπιταγὴν λέγω,” καὶ πάλιν, “γνώμην δὲ δίδωμι.” Ἱλαρὸν γὰρ— Καὶ μαρτυρίᾳ βεβαιοῖ, τὸ μὴ δεῖν ἐκ λύπης διδόναι. Δυνατὸς— Πνευματικῶν τε, φησὶ, καὶ σαρκικῶν πραγμάτων, ὥστε δύνασθαι ὑμᾶς δαψιλῶς μεταδιδόναι, ἢ ὅτι δίδοται ὁ Θεὸς ὑμῶν σαρκικὰ καὶ μικρὰ διδόντων, πνευματικὰ καὶ μεγάλα· ἀντιδοῦναι καὶ περισσεῦσαι· οὐ μόνον, φησὶ, πληρῶσαι, ἀλλὰ καὶ ὑπὲρ τὴν χρείαν δοῦναι. Εἰς ἠμᾶς— Ὥρα σοφίαν ἐν τοῖς σαρκικοῖς· αὐτάρκειαν αὐτοῖς ἐπευχόμενος ἐν τοῖς πνευματικοῖς, περισσείαν καὶ περιουσίαν εὔχεται. Κὼς γέγραπται— Τὸν προφήτην αὐτοῖς ἐφίστησι δαψίλειαν παραινοῦντα· τὸ γὰρ σκορπίσαι δαψιλείας σημαντικόν. Πένησιν— Δικαίους γὰρ ἡ ἐλεημοσύνη ποιεῖ, ὥσπερ καθαίρουσα τὰ πλημ- μελήματα. Δικαιοσύνη αὐτοῦ— οὐδέποτε γὰρ σβέννυται. Ὁ δὲ ἐπιχωρηγῶν— Ἐν εὐχῆς τάξει αἰνίττεται τὸ μηδὲν δειλιᾷν, μή πὼς δούς τις πολλὰ, αὐτὸς ἐνδεὴς εὑρεθῇ· ὁ γὰρ σπέρμα χορηγῶν Θεὸς τῷ τὸν 3 G αἰσθητὸν σπόρον σπείροντι, καὶ τὸ σῶμα τρέφων ἄρτῳ, πῶς ἃν ἀμελήσειε τοῦ τὸν πνευματικὸν σπείροντος σπόρον; Χορήγησαι— Χορηγήσειεν ὑμῖν τὰ σαρκικὰ δαψιλῶς, ἵνα πληθυνθῇ καὶ ἡ ἐλεημοσύνη ὑμῖν· ταύτην γὰρ νῦν σπόρον φησίν. Τὰ γενήματα— Ἐκ γὰρ τοῦ τῆς ἐλεημοσύνης σπόρου, αὔξει δικαιοσύνης γενήματα· τροπικῶς δὲ ὅλα εἶπε. Πλουτιζόμενοι— Εἰς ταύτην, φησὶ, τὴν ἁπλότητα καὶ δαψίλειαν πλουτισθείητε, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Τί δὲ καὶ τοὺς ἄλλους παρασκευάζων εὐαριστεῖν τῷ Θεῷ, ὑπὲρ ὧν ἡμεῖς κεκτήμεθα; ἡ εὐποΐα δηλονότι· πλουτίζεσθε οὖν εἰς εὐποΐαν· τοῦτο γὰρ καὶ τοὺς λαμβάνοντας ἡμᾶς εὐχαριστεῖν ποιήσει Θεῷ. Εἰς πᾶσαν— Ἵνα εἴητε, φησί. Ἁπλότητα— Οἶον δαψίλειαν. τῆς λειτουργίας— Τουτέστιν, ἡ φιλοτιμία καὶ ἡ εἰσφορὰ τῶν χρημάτων τούτων, καὶ ἡ λειτουργία ἡ πνευματικὴ ἡ διακονουμένη ὑφ’ ἡμῶν. Οὐ μόνον— Οὐ μόνον, φησὶ, τοῦτο κατορθοῖ τὸ ἀναπληροῦν τὰ ὑστερήματα καὶ τὴν ἔνδειαν τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύειν ποιείτην εἰς Θεὸν εὐχαριστίαν, τὸ διὰ πολλῶν προσφέρεσθαι· οἷον δέ ἐστι καὶ τρέφειν πενομένους καὶ εὐχαριστεῖσθαι παρασκευάζειν τὸν Θεόν· τὰ γὰρ δύο τῶν ἄγαν ἐπαινουμένων. περισσεύει δὲ, φησὶ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, τουτέστι, τῆς δοκίμου καὶ πείρᾳ τὴν χρηστότητα δοξαζούσης g ἐλεημοσύνης, ἣν ἡμεῖς διακονοῦμεν ὑμῖν, φησίν. Ἀλλὰ καὶ περισσεύει. Πῶς δὲ περισσεύει ἡ εὐχαριστία τῷ Θεῷ; πῶς; ὅτι δοξάζοντές εἰσιν οἱ ἅγιοι τὸν Θεὸν, οὐ μόνον ὅτι ἐλύθη αὐτοῖς διὰ τῆς ἐλεημοσύνης ἡ ἔνδεια, ἀλλ’ ὅτι καὶ ὑποτεταγμένοι ἐστὲ, φησὶ, τῇ ὁμολογίᾳ τοῦ Εὐαγγελίου· δεῖγμα γὰρ τοῦ ὑποτετάχθαι τοῖς εἐαγγελικοῖς προστάγμασι τὸ εὖ ποιεῖν· πλεῖστα γὰρ περὶ ἐλεημοσύνης ὁ Κύριος διηλέχθη. Καὶ ἁπλότητι— Καὶ ὅτι διὰ τὴν ὑποταγὴν καὶ πειθὼ τοῦ Εὐαγγελίου καὶ εἰς τοῦτο ὑποτεταγμένοι ἐστὲ εἰς τὴν εἰς αὐτοὺς ἁπλότητα, οἷον δαψίλειαν τῆς ἐλεημοσύνης καὶ κοινωνίαν, καὶ οὐ μόνον εἰς αὐτῆς ἀλλὰ καὶ εἰς πάντας. οἱ γὰρ ἅγιοι οὗτοι, φησὶ, καὶ ὑπὲρ ὧν ἑτέροις παρέχετε, εὐχαριστοῦσι τῷ Θεῷ. Καὶ αὐτῶν δεήσει— Καὶ εἰς τοῦτο, φησὶν, εὐχαριστοῦσι τῷ Θεῷ, ὅτι οὕτως ὑμᾶς δοκίμους ἀπειργάσατο ἡ ὑποταγὴ τοῦ Εὐαγγελίου, οὕτως ποθεινοῦς, ὡς δέεσθαι αὐτοὺς συνεχῶς ὑπὲρ τοῦ ἰδεῖν ὑμᾶς, “ἐπιποθούν- “των γὰρ ὑμᾶς,” φησί. Ἐπιποθούντων— Ἐπιποθοῦσι δὲ, φησὶν, ὑμᾶς, οὐ διὰ τὰ χρήματα, ἀλλ’ ὥστε θεαταὶ γενέσθαι τῆς δοθείσης ὑμῖν ἀπὸ Θεοῦ χάριτος. Διὰ γὰρ τὴν ὑπερβάλλουσαν, φησὶ, χάριν τοῦ Θεοῦ ἐφ’ ἡμῖν· διὰ τοῦτο ὑμᾶς ἰδεῖν ποθοῦσιν. Υπερβάλλουσαν— Ὥρα σύνεσιν· ἐπάρας αὐτοὺς, τέλος τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας Θεοῦ. Χάρις δὲ— Εἶτα τὴν τοῦ Θεοῦ χάριν ἐννοήσας, καὶ αὐτὸς δοξάζει τὸν Θεόν. χάρις δὲ τῷ Θεῷ, λέγων ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, δωρεὰν ἐνταῦθα καλῶν καὶ τὸ ὑποτετάχθαι Κορινθίους τῷ εὐαγγελίῳ, καὶ ὅτι ἐδωρήσατο ἡμῖν διὰ τῆς ἐλεημοσύνης τὰ τοσαῦτα ἀγαθὰ ὅσα κατέλεξε, καὶ ὅτι μείζονα δώσει ὑπὲρ αὐτῆς ἐν τῷ μέλλοντι.