Ancient Greek · ~45 min
ΚΕΦ. ς.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. ς..1
Not analysed yet
Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως καὶ ἐπαναλήψεως. Ἔχομεν δὲ θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ Θεοῦ, καὶ μὴ Ἀκόλουθα τῶν ἄνω καὶ τὰ νῦν, ὅτι ἡμεῖς, φησὶν, οἱ Ἀπόστολοι, διάκονοι τοῦ κηρύγματός ἐσμεν, ἀνάξιοι τῆς τοσαύτης αὐτοῦ δόξης ὑπάρχοντες· καὶ ὥσπερ χρυσὸν ἐν ὀστρακίνοις φέροντες σκεύεσιν. Καὶ μὴ ἐξ ἡμῶν. Ἵνα μηδεὶς, φησὶν, ἑαυτῷ ἀποδῷ ὡς ἀξίῳ δέξασθαι, ἀλλὰ τὸ πᾶν εἴη τῆς τοῦ Θεοῦ δυνάμεως τοῦ ἱκανώσαντος τὰ ὀστράκινα σκεύη εἰς χρυσίου ὑποδοχήν. Ἐν παντὶ θλιβόμενοι —Καὶ τοσοῦτον, φησὶ, τὸ πᾶν δυνάμεως ἐστι Θεοῦ, ὅτι καίτοι ὀστράκινοι ὄντες, καὶ ἐν τοσούτοις περιστρεφόμενοι πειρασμοῖς, οὐ θραυόμεθα καὶ ἀπόλλυμεν τὸν ἐν ἡμῖν θησαυρόν. ἐν παντὶ, φησὶ, καὶ τόπῳ καὶ πράγματι· τὸ δὲ μὴ στενοχωρεῖσθαι τὸν θλιβόμενον Θεοῦ χάριτός ἐστιν. Ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι. “Ἀπορούμενοι,” φησί· τι χρὴ ποιεῖν πρὸς τὸν ἐκ πάντων πόλεμον καὶ διωγμόν ; ἀλλ’ οὐκ ἐπὶ τοσοῦτον ὥστε ἡμᾶς καὶ ἐξαπορηθῆναι, τουτέστι πεσεῖν καὶ ἡττηθῆναι. Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι. Διώκουσι μὲν οἱ ἄνθρωποι, οὐ καταλιμπάνει δὲ ὁ Θεός· οὐ γὰρ πρὸς ἧτταν ἡμῶν, ἀλλὰ πρὸς πάλην ἡ συγχώρησις. Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Καὶ ὅσον μὲν, φησὶ, πρὸς τὸ μέγεθος τῶν πειρασμῶν ἤδη καταβληθέντες, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι οὐκ ἀπολλύμενοι. Ἀντὶ τοῦ ἐν ἀπόροις πράγμασι πόρους εὑρίσκομεν σωτηρίας. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ. “Τὴν νέκρωσιν,” φησὶ, “τοῦ Κυρίου” καὶ ἡμεῖς πανταχοῦ γῆς περιφέρομεν τὸ κἀς ἡμέραν ἀποθνήσκειν πανταχοῦ· “καθ’ ἡμέ- “ραν γάρ’ φησὶν, “ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, “ἵνα” φησὶ, “καὶ ἡ ἀνάστασις τοῦ Κυρίου διάδηλος γένηται διὰ “τοῦ σώματος ἡμῶν·” ὁ γὰρ τῇ ἀναστάσει τοῦ Κυρίου ἀπιστῶν, ἡμᾶς ὁρῶν καθ’ ἡμέραν ἀποθνήσκοντας, καθ’ ἡμέραν δὲ ζῶντας, οὐκ ἃν ἔτι εὐλόγως ἀπιστήσῃ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες. Πάλιν περὶ τοῦ αὐτοῦ εἶπε, διὰ τοῦτο γὰρ, φησὶ, συγχωρούμεθα ὑπὸ Θεοῦ παραδίδοσθαι εἰς θάνατον, ἵνα φανερωθῇ, ὅτι ἀνέστη ὁ Χριστός· ὁ γὰρ ἡμᾶς ἐγείρων καθ’ ἡμέραν, καὶ ἑαυτὸν δηλονότι ἤγειρεν. οὕτως διὰ τοῦτο ἑαυτοὺς εἰς θάνατον παραδιδομεν, ἵνα ἡ ζωὴ τοῦ Θεοῦ φανερωθῇ καὶ ἐνεργήσῃ ἐν ἡμῖν, δῆλον δὲ ὅτι ἐν τῷ μέλλοντι κόσμῳ· ὡσεὶ ἔλεγεν, ἡμεῖς τοίνυν διὰ τὸν Χριστὸν παραδίδομεν ἑαυτοὺς εἰς θάνατον, ἵνα ὁ Χριστὸς τότε ἀπὸ τοῦ νοητοῦ θανάτου τῆς κατακρίσεως ῥύσηται ἡμᾶς, καὶ εἰς ζωὴν ἀγάγῃ τὴν νοητήν. Ὡς ἐκ τοῦ ἀκολούθου, φησὶ, τοῦτο γίνεσθαι, τὸν μὲν θάνατον ἐν ἡμῖν ἐνεργεῖν καὶ ἐνεργὸν ὑπάρχειν, τὴν δὲ ζωὴν ἐν ὑμῖν· ὡσεὶ ἔλεγεν, ἡμεῖς ἀποθνήσκομεν διὰ τὸ κήρυγμα, ἵνα ὑμεῖς ζήσητε δι’ αὐτοῦ τὴν ἀγήρω ἐκείνην καὶ αἰωνίαν ζωὴν πιστεύοντας εἰς Χριστόν. Τὸ αὐτὸ Πνεῦμα τῷ Δαυὶδ, φησὶν, ἔχοντες, τὰ αὐτὰ αὐτῷ καὶ φθεγγόμεθα τὸ “ἐπί- “στευσα διὸ ἐλάλησα·” ἄνω γὰρ ἀπὸ λογισμῶν παραστήσαντες ἀνάστασιν· νῦν ἐκ πίστεως αὐτὴν εἰσφέρει. Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν. Λαλοῦμεν δὲ τοῦτο, εἰδότες ὅτι ὁ τὸν Κύριον ἐγείρας Πατὴρ, καὶ ἡμᾶς ἐγερεῖ· εἰδότες δὲ πόθεν ; ἐκ τῆς πίστεως δῆλον ὅτι. Καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Αὐτὸς γὰρ ἥξει ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν σάλπιγγι, καὶ ἐγερεῖ τοὺς νεκροὺς, καὶ παραστήσει τῷ οἰκείῳ βήματι. Τὰ γὰρ πάντα δι’ ὑμᾶς. Ενταῦθα παιδαγωγεῖ αὐτοὺς ὑπὲρ τῆς ἀναστάσεως καὶ τῶν λοιπῶν ἀγαθῶν χάριν εἰδέναι, ἀνθρώπων μὲν μηδενὶ, Θεῷ δὲ μόνῳ· οἱ γὰρ ψευδαπόστολοι ἑαυτοῖς τὴν χάριν ἀνετίθεσαν, ὡς διὰ τῶν οἰκείων πρὸς Θεὸν παρακλήσεων δωρουμένου ταῦτα τοῦ Θεοῦ· τὰ γὰρ πάντα; τουτέστιν ἀγαθὰ δι’ ὑμᾶς, οὐ διὰ τόνδε καὶ τόνδε, ἀλλὰ διὰ τὸ κοινῇ συμφέρον. τοῦτο δὲ, φησὶ, γέγονεν, ἵνα ἡ χάρις τοῦ Θεοῦ πλεονάσῃ πολλοῖς παρεχομένη· ταύτης δὲ πλεοναζούσης, καὶ ἡ εἰς αὐτὸν εὐχαριστία συμπλεονασθήσεται. Διὸ οὐκ ἐκκακοῦμεν. Επεὶ οὖν ἴσμεν πάντα τὰ εἰς ἡμᾶς γενόμενα εἰς εὐχαριστίαν Θεοῦ τελευτᾷν, οὐκ ἐκκακοῦμεν, οὔτε ἀπαγορεύομεν πρὸς τοὺς πειρασμούς· ἔξω δὲ ἄνθρωπον τὸ σῶμα καλεῖ, ὅπερ ἐφθείρετο μαστιζόμενον, διωκόμενον, δεσμούμενον· ἔσω δὲ ἄνθρωπον, τὴν ψυχὴν, ἥτις ἀναθάλλει, φησὶ, κἀς ἑκάστην ἡμέραν τῇ ἐλπίδι καὶ τῇ χαρᾷ, καὶ τῷ εἰδέναι ὅτι ὑπὲρ Θεοῦ πάσχει. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως. Ορα προτροπὴν εἰς τὸ τολμᾷν καταθαρρεῖν τῶν πειρασμῶν· τὸ γὰρ παραυτίκα, φησι, τουτέστι τὸ ὀλιγοχρόνιον, τὸ τὺ εἰς τὸ παυθῆναι τῆς θλίψεως. οὐκ ἠρκέσθη δὲ εἰπὼν, “παραυτίκα,” ἀλλὰ καὶ “ἐλαφρὸν,” φησὶν, “αἰώνιον βάρος, φησὶ, δόξης ἀπεργάζεται·” καὶ οὐχ ἁπλῶς, ἀλλὰ “καθ᾿ ὑπερβολὴν, καὶ εἰς ὑπερβολὴν” τοῦτο ποιῶν· καὶ ὅρα τῆς ἀντιμισθίας τὸ πλεονάζον· τῷ γὰρ αὐτίκα τὸ αἰώνιον ἀνεμέτρησε, τῷ δὲ ἐλαφρῷ τὸ βαρύ· τῇ θλίψει, τὴν δόξαν, καὶ οὐδὲ ἄχρι τούτων οἱ πλεονασμοὶ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ καθ’ ὑπερβολὴν καὶ εἰς ὑπερβολήν. Μῆ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Επειδὴ βαρεῖαν οὖσαν τὴν θλῖψιν εἶπεν ἐλαφρὰ,, ἐπεξηγεῖται πῶς ἐστιν ἐλαφρὸν ἡ νῦν θλίψις· ἐὰν, φησὶ, μὴ σκοπῶμεν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· ἐὰν γὰρ τὰ ἐκεῖ τοῖς νῦν ἀντιστήσῃς, ἐλαφρὰ τὰ νῦν φανεῖται· πρόσκαιρα γάρ ἐστιν, ἐκεῖνα δὲ αἰώνια. Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ. Επίγειος μὲν οἰκία ἡ ἐνταῦθα βραχύβιος ζωή. σκῆνος δὲ τὸ σῶμα ἡμῶν τῶν ψυχῶν· ἄλλο γὰρ οἰκία, καὶ ἄλλο τὸ σκῆνος οὗ ἐστιν ἡ οἰκία, καὶ ἄλλο ἡμεῖς ὧν ἐστι τὸ σκῆνος ἴδιον· “ἐὰν “οὐν,” φησὶν, “ἡ οἰκία τοῦ σκήνους ἡμῶν καταλυθῇ,” τουτέστιν ἡ ἐνταῦθα βραχύβιος ζωὴ, ἕξομεν ἀχειροποίητον οἰκίαν, τουτέστι, ζωὴν αἰώνιον, οὐ προσδεομένοις τῆς ἡμετέρας ἐργασίας καὶ τῶν ἡμετέρων χειρῶν πρὸς σύστασιν· καλῶς δὲ πρὸς ἀντιδιαστολὴν τῆς παρούσης ζωῆς τὴν μέλλουσαν “ἀχειροποίητον” εἶπεν· ἡ γὰρ παροῦσα ἀπὸ τῶν χειρῶν ἔχει τὴν σύστασιν· ἄρτου, ποτοῦ, ἐνδύματος. οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ. Θεοδωρίτου. Ἐπίγειον οἰκίαν τὴν κατὰ τὸ παρόντα λέγει διαγωγήν· σκῆνος δὲ τὸ σῶμα· ἐὰν τοίνυν λάβῃ τέλος τὰ παρόντα, τὴν ἀχειροποίητον ἔχομεν οἰκίαν τὴν αἰώνιον καὶ οὐράνιον. Ἐπίγειος ἡμῶν οἰκία. Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ. Οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν. Οἶον τὴν ἀνανέωσιν, τὴν ἔγερσιν. Ἐν τοῖς οὐρανοῖς. Οἶον ἐν τοῖς οὐρανοῖς κατασκευασθεῖσαν ἄφθαρτον, τουτέστι διὰ χάριτος οὐρανίου. Ἐν τούτῳ στενάζομεν. Ὑμεῖς, φησὶ, στενάζετε, ὡς εἰκὸς μερικῶς φθειρομένου τοῦ σώματος ὑμῶν ταῖς θλίψεσι· ἡμεῖς δὲ οἷς ἐναργὴς ἡ πίστις τῆς ἀναστάσεως, στενάζομεν, ὅτι μὴ παντελῶς φθείρεται· διὰ τί ; ὅτι ἐπιποθοῦμεν τὸ ἄφθαρτον ἡμῶν σῶμα ἐπενδύσασθαι· καλῶς δὲ τὸ “ἐπενδύσασθαι·” τὸ γὰρ θνητὸν τοῦτο σῶμα ἐπενδύεται τὴν ἀφθαρσίαν. Θεοδωρίτου. Οἰκητήριον ἐνταῦθα τὴν ἀφθαρσίαν οὐκ εἶπε δὲ ἐνδύσασθαι, ἀλλ’ “ἐπενδύσασθαι,” ἐπειδὴ οὐχ ἕτερον 3 c 2 ἐνδυόμεθα σῶμα, ἀλλὰ τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν ἐπεν- δύεται. Οἰκητήριον —Οὐκ εἶπε σκῆνος, ἀλλ’ οἰκητήριον, τὴν εἰς αὐτὸ ἀσφαλῆ μονὴν καὶ οἴκησιν δηλῶν. Τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι. Οὐκ ἐπειδὴ ἐξ οὐρανοῦ οὐ κάτεισιν, ἀλλ’ ἐπειδὴ ἐκ Θεοῦ τὴν ἀφθαρσίαν λαμβάνει. Εἴ γε καὶ ἐνδυσάμενοι. “Εἴγε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα,” τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος ἐκεῖ παραστησόμεθα, ἀλλὰ μετ’ αὐτοῦ ἀφθάρτου γενομένου· τινὲς δέ φασιν, εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαρρῶσι, φησὶν, εἴγε καὶ ἐνδυσάμενοι, τουτέστιν ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες, οὐ γυμνοὶ εὑρεθησόμεθα δόξης· ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκ ἔστιν ἴση, ἀλλ’ οἱ μὲν ἐν τιμῇ εἰσιν, οἱ δὲ ἐν ἀτιμίᾳ. Οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα μὴ ἐκ τῆς ἀναστάσεως μόνης, καὶ ἐκ τῆς τοῦ σώματος ἐναλλαγῆς νομίσωσι τὸ πᾶν κατορθῶσθαι, ἐπάγει, εἴγε καὶ ἄφθαρτον αὐτὸ ἐνδυσάμενοι, οὐ γυμνοὶ δόξης καὶ τιμῆς εὑρεθῶμεν· ἡ γὰρ ἀφθαρσία τοῖς μὲν εἰς ἀγαθὸν, τοῖς δὲ ὡς κακὸν ἔσται, διαιωνίζειν ποιοῦσα καὶ τὰς τιμὰς καὶ τὰς τιμωρίας. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν. Ἐπειδὴ ἀντέκειτο αὐτῷ ἡ κοινὴ τῶν ἀνθρώπων δόξα, τί, φησὶ, στενάζεις ; ἵνα ἀποθάνῃ τὸ σῶμα ; καίτοι πάντες ἄνθρωποι στενάζουσιν ἵνα μὴ ἀποθάνωσι, φησὶν, οὐδὲ ἡμεῖς στενάζομεν, ἵνα ἀποθώμεθα τὸ σῶμα καὶ ἐκδυσώμεθα, ἀλλ’ ἵνα ἐπενδυσώμεθα τὴν ἀφθαρσίαν· οὐ γὰρ ἐπειδὴ σῶμά ἐστι, βαρούμεθα, φησὶν, ἀλλ’ ἐπειδὴ θνητόν ἐστι καὶ φθαρτόν. Ἀλλ’ ἐπενδύσασθαι. Ἐνδύσασθαι, φησὶ, σπεύδομεν, ἵνα καταποθῇ τὸ νῦν θνητὸν καὶ φθαρτὸν σῶμα ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀθανασίας. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Τίς δὲ ταύτην τὴν ἐναλλαγὴν, φησὶ, τοῦ σώματος ποιήσει ; τίς ; ὁ εἰς τοῦτο αὐτὸ κατεργασάμενος Θεὸς, ἵνα ὠμεν ἄφθαρτοι καὶ ἀθάνατοι. δείκνυσιν οὐ νεωτέραν τὴν ἐπὶ τούτῳ δόκησιν, ἀλλ’ ἐπὶ ἀθανασίᾳ μὲν ἡμᾶς διαπεπλάσθαι· ἐπειδὴ δὲ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, ἄλλην πάλιν ἐξεῦρεν ὁδὸν ἡμῖν ἀθανασίας ὁ Θεός. Θεοδωρήτου. Στένομεν, φησὶν, οὐκ ἀπαλλαγῆναι τοῦ ἐφιέμενοι, ἀλλὰ τῶν παθῶν αὐτῶν ἐλεύθεροι γενέσθαι ποθοῦντες· οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα, ἀλλ’ ἐπενδύσασθαι τὴν ἀφθαρσίαν ὀριγνόμεθα b. Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. Καὶ ὅτι, φησὶν, ἐπὶ τὸ γενέσθαι ἀθανάτους κατειργάσατο, δῆλον ἐξ ὧν ἔδωκε τὸ Πνεῦμα, οὐκ ἃν τοῦτο δοὺς τοῖς μὴ τοῦτο, φησὶ, μέλλουσι γίνεσθαι· πανταχοῦ δὲ ἀρραβῶνα λέγει Πνεύματος, ὀφειλέτην αὐτὸν ποιῶν τοῦ δοῦναι καὶ τὸ τέλειον. Εἰδότες ὅτι ἐνδημοῦντες τῷ σώματι. Καλῶς τὸ “ἐνδημοῦντες” ὡς ἐπὶ ἀλλοτρίας· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι· τοῦτο δὲ θέλει εἰπεῖν, θαρροῦντες, εἰδότες τὸ τῇ σωματικῇ προσμένειν ζωῇ διατειχίζει ἡμᾶς τῆς μετὰ Χριστοῦ διαγωγῆς, βουλόμεθα μᾶλλον ἐκδημῆσαι μὲν τοῦ σώματος, σὺν Χριστῷ δὲ εἶναι. Τουτέστιν, οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν, μὴ φοβηθῇς, θάρρει κατακοπτόμενος· οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὰ πίστεως γὰρ περιπατοῦμεν. Ἵνα μή τις εἴπῃ, τί οὑν ὄντες ἐν σώματι ἀλλότριοί ἐσμεν τοῦ Χριστοῦ, ἐπάγει, διὰ πίστεως γὰρ περιπατοῦμεν, καὶ οὐ διὰ εἴδους, ὡσεὶ εἶπε, διὰ τοῦτο εἶπον ἐκδημοῦμεν καὶ οἷον ὁδηγούμεθα εἰς τὴν αὐτοῦ γνῶσιν, τότε δὲ διὰ εἴδους, τοῦτ’ ἔστιν, αὐτοψεί. ὃ καὶ ἀλλαχοῦ φησι, “βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰ- “νίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.” Εὐδοκοῦμεν μᾶλλον. Επεὶ οὖν ἴσμεν τι ποιεῖ ἡ πρὸς τὸν Κύριον ἐνδημία, θαρρούντως εὐδωκοῦμεν ἀποδημῆσαι τοῦ σώματος, καὶ τοῦτο, φησὶν, ἐπιποθῦμεν. Καὶ φιλοτιμούμεθα. Τὸ “φιλοτιμούμεθα” ἣ σπουδάζομεν ἣ καυχόμεθα νόει· εἰς τὸ εἶναι αὐτῷ εὐάρεστοι, φησὶν, ἵνα γὰρ μὴ νομίσωσιν ἀποχρῆν αὐτοῖς τὴν πρὸς Χριστὸν ἐνδημίαν, τὸ εὐάρεστοι αὐτῷ εἶναι ἐπάγει· τοῦτο γὰρ ἣ μακαρίαν τὴν πρὸς αὐτὸν ἐνδημίαν ποιεῖ ἣ τρισαθλίαν, ἐὰν μὴ ὦμεν εὐάρεστοι. Τοὺς γὰρ πάντας. Λοιπὸν ἀπὸ τῶν σκυθρωποτέρων πτοεῖ, πλὴν ὅτι ἀναμνήσας τοῦ φοβεροῦ βήματος, οὐ μόνον τὰ σκυθρωπὰ, ἀλλὰ καὶ τὰ χρηστότερα τῶν ἐκεῖ λέγει. Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος. Τὰ διὰ τοῦ σώματος αὐτῷ πεπολιτευμένα, φησὶ, καὶ πεπραγμένα, κομίσεται δὲ πρὸς ὃ ἐκήρυξεν, εἴτε ἀγαθὰ εἴτε κακά· ἐπειδὴ γὰρ πρός τε τὰ καλὰ καὶ μὴ τοιαῦτα τὸ σῶμα ὑπηρέτησε τῇ ψυχῇ, καὶ τὰς ἀμοιβὰς μετ’ αὐτῆς ἀπολαμβάνει· τοῦτο τῶν λεγόντων ἄλλο σῶμα τότε ἐγείρεσθαι ἐμφράττει τὰ στόματα· οὐ γὰρ ἃν ἄλλου ἁμαρτήσαντος σώματος, ἄλλο ἐτιμωρεῖτο, οὐδὲ ἄλλου κατορθώσαντος, ἄλλο ἐστεφανοῦτο. Πρὸς ἃ ἔπραξεν. Οὐδὲ γὰρ γυμνὴ ἡ ψυχὴ, ἀλλὰ διὰ τοῦ σώματος· κομίζεται ταῦτα, τουτέστι, πρὸς ἃ ἔπραξε συμπάσχουσα καὶ συνδοξαζομένη τῷ συζύγῳ σώματι. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου. Τὸ δικαστήριον, φησὶν, ἐκεῖνο καὶ τὴν κατ’ ἀξίαν ἀπόδοσιν. Ἀνθρώπους πείθομεν. Πείθομεν δὲ διὰ τοῦτο, ἵνα μή τινα ὑμῶν σκανδαλίσωμεν· οὐ γὰρ τὸ πράξαι τι τῶν φαύλων μόνων κατακρίνει, ἀλλὰ καὶ τὸ νομίζεσθαι πράττειν κολάζει, ἐὰν δυνάμενοι τὴν τοιαύτην ὑποψίαν λῦσαι καταφρονήσωμεν. Θεῷ δὲ πεφανερώμεθα. τὸν γὰρ εἰδότα Θεὸν πείθειν οὐ δεῖ. Ἐπλίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν. Ελπίζει δέ, φησιν, ὅτι καὶ ὑμᾶς οὐ σκανδαλίσομεν, ἀλλ’ οἷόν ἐσμεν, τοιοῦτοι ἐσμεν ἐν τῇ γνώσει ὑμῶν· τοῦτο γὰρ τὸ ἐν ταῖς συνειδήσεσιν.