Ancient Greek · ~71 min
ΚΕΦ. Ζ.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Ζ..1
Not analysed yet
Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν. Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε— Εξετέ τι ἀπολογεῖσθαι, τί λέγειν, τι καυχᾶσθαι. Συνεχῶς ἀποτρίβεται τὴν τοῦ μὴ δοκεῖν καυχᾶσθαι ὑπόνοιαν, καί φησιν, εἰς τούτους τοὺς λόγους ἤλθομεν, οὐχ ἑαυτοὺς συνιστῶντες, τουτέστιν, ἐπαίροντες ἣ ἐγκωμιάζοντες, ἀλλ’ ὑμῖν παρέχοντες φησὶν, ἀφορμὴν ὑπὲρ ἡμῖν καυχᾶσθαι πρὸς τοὺς ψευδαποστόλους· ἐπειδὴ γὰρ ἐκεῖνοι διασύρουσιν ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε ὑπὲρ ἡμῖν καυχᾶσθαι, εἰς τούτους ἤλθομεν, φησὶ, τοὺς λόγους. Περὶ τῶν ψευδαποστόλων, φησὶν, οἵτινες πάντα πρὸς ἀνθρωπαρεσκείαν καὶ φιλοτιμίαν ἐποίουν, καὶ προσωπεῖον μὲν εἰχον εὐλαβείας καὶ σεμνότητος, ἔργων δὲ ἀγαθῶν ἐτύγχανον ἔρημοι. τοῦτο γάρ ἐστι καὶ μὴ ἐν καρδίᾳ, διὰ τὸ μὴ ἔχειν ἔνδον ἀγαθὸν. Εἶτε γὰρ ἐξέστημεν, Θεῷ— Ἄν τε, φησὶ, μέγα φθεγγώμεθα, τοῦτο γὰρ τὸ ἐξέστημεν, μαινομένων γὰρ τὸ μεγάλα φθέγγεσθαι καὶ ὑπέρογκα, διὰ τὸν Θεὸν, φησὶ, τοῦτο ποιοῦμεν. πῶς ; ἵνα μὴ ὑμεῖς νομίσαντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε τοῦ ὑφ’ ἡμῶν κηρύγματος· ἄν τε μέτριόν τι εἴπωμεν, δι’ ὑμᾶς τοῦτο ποιοῦμεν, ἵνα ταπεινοφρονεῖν ὑμᾶς διδάξωμεν. Ἢ οὕτως. εἰ μέν τις ἡμᾶς μαίνεσθαι νομίζει, παρὰ Θεοῦ τὸν μισθὸν λαμβάνομεν, δι’ ὃν τοιοῦτοι νομιζόμεθα· εἰ δὲ νήφειν, αὐτὸς τῆς ἐκ τοῦ νήφειν ὠφελείας ἀπολαβέτω. Ἢ οὕτως. Εἰ μαινόμεθα, φησὶ, διὰ τὸν Θεὸν μαινόμεθα, διὰ γὰρ τὴν ὑμῶν σωτηρίαν, ἧς κήδεται Θεὸς, τοιαῦτα φθεγγόμεθα, ἵνα γνόντες ἡμᾶς τίνες ἐσμὲν, σωθῆτε· πιστεύσετε τοῖς παρ’ ἡμῶν κηρυσσομένοις, εἰ δὲ σωφρονοῦμεν πεισθῆτε. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς. Ἡ ἀγάπη τοῦ Χριστοῦ, φησὶ, συνέχει καὶ συνωθεῖ ἡμᾶς, καὶ ῥᾳθυμεῖν οὐκ ἐᾷ πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους· διὸ καὶ τοιαῦτα φθεγγόμεθα, φησὶν, ἵνα ὑμεῖς σωθῆτε ἀξιοπίστους ἡμᾶς νομίσαντες· πείθειν γὰρ οἶδε μαθητὰς ὁ ἐνάρετος διδάσκαλος. Συνεχεῖ ἡμᾶς. “Συνέχει ἡμᾶς,” φησὶ, καὶ συνωθεῖ ἡ ἀγάπη τοῦ Θεοῦ, ἐπειδὴ κεκρίκαμεν εἶναι τοῦτο ἀληθές· ποῖον ; ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἐπειδὴ οἱ πάντες ἦσαν ἀποθανόντες ἄνθρωποι· διὸ καὶ ὑπὲρ πάντων ἀπέθανεν. Ζῶντες μηκέτι ἑαυτοῖς. Εἰ οὖν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῆν, εἰκότως σπουδάζομεν καὶ ἡμεῖς· εἰκότως δ᾿ ἂν καὶ ὑμεῖς τῶν ἐπιόντων καταφρονήσητε πειρασμων. Ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι. Τρεῖς εἰσιν ἀπειλῆς ἀφορμαὶ, δι’ ἃς δεῖ σπουδάζειν ἡμᾶς πάντα διὰ τὸν Κύριον ποιεῖν· μία ὅτι αὐτὸς ἡμᾶς ἐποίησε, δευτέρα, ὅτι δι’ ἡμᾶς ἀπέθανε, τρίτη ὅτι τὴν ἀπαρχὴν ἡμῶν, τουτέστι τὴν σάρκα, ἀνέστησε, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, ἵνα καὶ σε ἀναγάγῃ ὅπου ἡ ἀπαρχή σου τυγχάνει· ὅρα που ἀνήγαγε τὸν λόγον. τίς γὰρ ὅλως ἦν χρεία ἐνανθρωπήσεως καὶ σαρκώσεως τῷ Θεῷ Λόγῳ, εἰ μὴ τοῦτο ᾠκονομεῖτο ἡ ἡμῶν ἀνάπλασις καὶ ἀνά- στασις; Ὥστε καὶ ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν. Ἐπεὶ οὖν πάντες ἀπέθανον τῇ ἁμαρτίᾳ, καὶ ζῶσι διὰ τὸν Χριστὸν, οὐδένα ἴσμεν κατὰ σάρκα ζῶντα, τουτέστι, κατὰ τὴν πάλαι πολιτείαν τὴν ἐν ἁμαρτίαις· τὸ γὰρ τοιοῦτον θάνατός ἐστι καὶ οὐ ζωή· ἀλλὰ νῦν οἱ ὄντως ἔχουσι ζωὴν, καὶ οὐ τὴν παλαίαν. Κατὰ σάρκα. Οἶον ζῶντα. Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν. Καὶ τοσοῦτον, φησὶν, οὐδεὶς ἔτι κατὰ σάρκα ζῇ, ἐκείνη γὰρ οὐκ ἔστι ζωὴ, ἀλλὰ θάνατος, ὅτι καὶ ὁ Χριστὸς, ἵνα δείξῃ ὅτι τὸ κατὰ σάρκα ζῆν ἐπαύσατο· πῶς ; οὐ τὸ σῶμα ἀφεὶς, ἄπαγε· μετ’ αὐτοῦ γὰρ ἥξει ὡς ἰδίου κριτὴς ἁπάντων, ἀλλὰ τῶν φυσικῶν ἀπαλλαγεὶς παθῶν, οἷον πείνης καὶ δίψης καὶ ὕπνου καὶ κόπου· νῦν γὰρ ἀπαθὲς καὶ ἀκήρατον ἔχει σῶμα. Ὥσπερ ἦν τὸ κατὰ σάρκα, ἐστὶ τὸ ἐν ἁμαρτίαις, καὶ τὸ ἔξω τούτων οὐ κατὰ σάρκα, οὕτω καὶ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι· τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα, ἀλλ’ ὥσπερ φησὶν ἐκεῖνος, ἀπηλλάγη· οὕτω καὶ ἡμεῖς· οὐκέτι, φησὶν, εἶεν ἐμπαθητὸν σαρκί. οὕτω καὶ ὁ Κλήμης ἐν δ΄ ὑποτυπώσεων. Ὥστε εἴ τις ἐν Χριστῷ. Εἴ τις ἐν Χριστῷ ζῇ, φησὶ, τουτέστιν ἐν τῇ πίστει αὐτοῦ, καινὴ κτίσις ἐστὶν, εἰς καινὴν γὰρ ἦλθε καὶ νέαν ζωήν· καὶ γὰρ 1 ἄνωθεν ἐγεννήθημεν διὰ τοῦ Πνεύματος, τοῦ ζῆν οὐ τὴν ἐν ἁμαρτίαις ζωὴν, ἀλλὰ τὴν ἐν Πνεύματι. Τὰ ἀρχαῖα παρῆλθεν. Ποῖα ἀρχαῖα ; ἤτοι τὰ ἁμαρτήματα, φησὶ, καὶ τὰς ἀσεβείας, ἣ τὰ Ἰουδαϊκὰ πάντα. πῶς δὲ τὰ ἀρχαῖα παρῆλθε ; ψυχὴ καὶ σῶμα ἡμῖν καινὸν, ἐκαθάρθη γὰρ τῷ βαπτίσματι, διαθήκη καινή· ἀντὶ τῆς ἐπιγείου Ἰηρουσαλὴμ, ὁ οὐρανός· ἀντὶ ναοῦ αἰσθητοῦ, ναὸς πνευματικός· ἀντὶ πλακῶν λιθίνων, σάρκινοι πλάκες· ἀντὶ πέρι. τομῆς, βάπτισμα· ἀντὶ μάννα, σῶμα δεσποτικόν· ἀντὶ τοῦ ἐκ πέτρας ὕδατος, αἷμα δεσποτικόν· ἀντὶ τῆς ῥάβδου Μώσεως, ὁ σταυρός· ἀντὶ γῆς ἐπαγγελίας, βασιλεία οὐρανῶν· ἀντὶ μυρίων τῶν κατὰ τὸν νόμον ἱερέων, εἷς ἀρχιερεὺς, ὁ Χριστός· ἀντὶ ἀμώμου προβάτου, ὁ υἱὸς τοῦ Θεοῦ· ἀντὶ ψιλοῦ ὀνόματος υἱοθεσίας, ἀληθὴς υἱοθεσία· ἡ γὰρ καινὴ κτίσις καὶ ὡς πρὸς τὴν ἐν ἀμαρτίαις ζωὴν εἴρηται, καὶ ὡς πρὸς τὰ κατὰ νόμον ἤδη καὶ ἐπίταγμα. Πάντα ἐκ τοῦ Θεοῦ. Ταῦτα δὲ πάντα, φησὶν, ἐκ Θεοῦ ἡμῶν δεδώρηται τοῦ διὰ μεσίτου τοῦ Υἱοῦ αὐτοῦ ἀποκαταλλάξαντος ἡμᾶς ἐκάλεσε διὰ τῆς σφραγῖδος τοῦ Υἱοῦ αὐτοῦ. Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ὦ φιλανθρωπίας βάθους· οὐ γὰρ ἐπειδὴ πρέσβιν ἐπὶ καταλλαγῇ ἔπεμψε τὸν Υἱὸν αὐτὸς, καὶ ἐσφάγη, λοιπὸν ἠμέλησεν ἡμῶν, ἀλλὰ καὶ τοῦ Υἱοῦ ἀποθανόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς πάλιν ἐπίστευσε τοῖς Ἀποστόλοις. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῶ. Καὶ γὰρ, φησὶ, τὸ πρῶτον, οἷον πρὸ τοῦ σταυροῦ, Θεὸς ἦν, τουτέστιν, ὁ Πατὴρ διὰ μέσου Χριστοῦ ὡς μεσίτου καταλλάσσων ἑαυτῷ τὸν κόσμον. Μῆ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα. Οὕτω γὰρ, καὶ οὐκ ἄλλως ἐνῆν τὴν καταλλαγὴν γενέσθαι, τὸ πρῶτον ἀφεῖναι τὰ πλημμελήματα, ὡς εἴγε δίκην ἀπῄτησε τῶν ἁμαρτιῶν, οὐκ ἄν τις, φησὶ, περιελείφθη ὡς καταλλαγείη. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὁ Πατὴρ οὖν ἦν καὶ πρὸ τοῦ σταυροῦ, φησὶ, διὰ τοῦ Υἱοῦ αὐτοῦ καταλλάσσων ἑαυτῷ τὸν κόσμον, ὁ καὶ νῦν θέμενος ἐν ἡμῖν τὸν λόγον καὶ τὴν διάνοιαν τῆς καταλλαγῆς. Ἐπειδὴ γὰρ, φησὶν, ὁ Υἱὸς αὐτοῦ ἐσταυρώθη, ἡμᾶς εἴασε παρακαλοῦντας πρὸς καταλλαγὴν τοὺς ἐπὶ γῆς. εἶδες μέγεθος ἀφάτου ἀγαθότητος ; οὐδὲν τοιγαροῦν φορτικὸν ὑμῖν ἤλθομεν ποιῆσαι, ἀλλὰ φίλους ποιῆσαι ὑμᾶς πρὸς τὸν Θεόν. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Ὦ ποῦ ἐξῇρε τὸ πρᾶγμα, “ὑπὲρ Χριστοῦ,” φησὶ, “πρεσβεύ- “ομεν·” τὸ γὰρ αὐτοῦ ἔργον ἡμεῖς ἐδεξάμεθα· ἀντὶ Χριστοῦ οὖν ἡμεῖς πρεσβεύομεν, ὡς τοῦ Πατρὸς παρακαλοῦντος δι’ ἡμῶν· οὔτε γὰρ διὰ τοῦ Χριστοῦ μόνον παρακαλεῖ, ἀλλὰ τούτου σταυρωθέντος δι’ ἡμῶν νῦν παρακαλεῖ. Δεόμεθα ὑπὲρ Χριστοῦ. Υπὲρ Χριστοῦ οὖν πρεσβεύοντες καὶ ὑπὲρ Χριστοῦ ἡμεῖς παρακαλοῦμεν, καταλλάγητε τῷ Θεῷ. ὑμεῖς γάρ ἐστε οἱ ἐχθροὶ καὶ οἱ μισοῦντες· ὑμεῖς οὖν καταλλάγητε. τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν. Ὅρα τὸ ἔντεχνον καὶ σοφὸν αὐτοῦ, λοιπὸν ὡς πρεσβευτὴς καὶ αἰτίαν δι’ ἧς ἂν πεισθεῖεν λέγει· ἵνα γὰρ, φησὶ, μηδὲν εἴπω τῶν πρώτων ὅτι ὑβρίσατε, ὅτι εὐεργέτην, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι πρῶτος καταλλαγῆναι εἵλετο· κἂν διὸ ἐποίησε νῦν, φησὶν, οὐ δίκαιοι καταλλαγῆναι ὑπάρχετε· ποῖον τοῦτο ; “τὸν γὰρ μὴ “γνόντα ἁμαρτίαν,” φησὶ, τουτέστι τὸν αὐτοδικαιοσύνην ὄντα καὶ ἁγιασμὸν, τὸν Υἱὸν αὐτοῦ, “ἁμαρτίαν ἐποίησε,” τουτέστιν, ὡς ἁμαρτωλόν τινα καὶ κατάδικον εἴασε σταυρωθῆναι· οὐκ εἶπεν ἁμαρτωλὸν, ἀλλ’ ἁμαρτίαν, ὅπερ μεῖζόν ἐστιν· ἀπέθανε δὲ, φησὶν, ὁ Χριστὸς, οὐδ’ εἰκῆ, οὐδ’ οὐδὲν ὠφελῶν ἡμᾶς, ἀλλ’ ἴνα δικαίους ἀπεργάσηται. Οἰκουμενίου. Ἄλλοι οὕτως ἡρμήνευσαν, “ἁμαρτίαν” τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης “ἁμαρτίας λαοῦ “μου φάγονται,” τουτέστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα· θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν ἐποίησεν ὁ Θεὸς τὸν Υἱὸν, τουτέστιν, ὡς ἁμαρτωλὸς κατακριθῆναι. Ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ. Οὐκ εἶπε, δίκαιοι, ἀλλ’ αὐτοδικαιοσύνη, ὅπερ μεῖζον ἦν, καὶ “Θεοῦ δικαιοσύνη·” Θεοῦ δὲ δικαιοσύνη τὸ μὴ ἐξ ἔργων, ἀλλὰ διὰ συγχωρήσεως δικαιωθῆναι ἐν αὐτῷ δι’ αὐτοῦ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν. Ταῦτα μὲν, φησὶν, ὁ Θεὸς διὰ τοῦ Υἱοῦ αὐτοῦ πεποίηκε, καὶ ἡμεῖς δὲ συνεργοῦντες καὶ παρακαλοῦντες διατελοῦμεν· παρακαλοῦντες μὲν ὑμᾶς, συνεργοῦντες δὲ τῷ Θεῷ· τοῦτο γὰρ αὐτῷ σπουδὴ τὸ ὑμᾶς σωθῆναι, ὅτι καὶ ἀλλαχοῦ φησι, “Θεοῦ συνεργοί “ἐσμεν, ἐξ ὧν διατελοῦμεν,” φησί. Μῆ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Παρακαλοῦμεν δὲ ἡμεῖς οἱ Ἀπόστολοι, ἵνα τὴν εὐεργεσίαν τοῦ Θεοῦ δέξησθε καὶ μὴ ἀποκρούσησθε αὐτὴν, μηδὲ εἰς κενὸν καὶ ἀνωφελὲς τὴν χάριν γενέσθαι καὶ δειχθῆναι· τὸ γὰρ καταλλαγέντας τῷ Θεῷ διὰ τῆς πίστεως, ἐπιμένειν τῷ πρώτῳ βίῳ, οὐδὲν ἕτερόν ἐστιν, ἣ εἰς κενὸν καὶ μάτην γενέσθαι τὴν χάριν τοῦ Θεοῦ, καὶ οὐδὲν ὠφεληθῆναι τοὺς δεξαμένους αὐτήν· εἰ γὰρ αὐτὸς ἁμαρτίας συνεχώρησεν, ἡμεῖς δὲ πάλιν τούτων πληρούμεθα, τί τὸ κέρδος ; Ἴδου, νῦν καιρὸς εὐπρόσδεκτος. Καὶ ποῖός ἐστιν ὁ εὐπρόσδεκτος καιρὸς καὶ ἡ ἡμέρα τῆς σωτηρίας; ἡ τῆς δωρεᾶς, ἡ τῆς χάριτος, ὁ νῦν, φησὶν, ὑπάρχων καιρὸς, ἐν ᾧ ἁμαρτημάτων μὲν ἄφεσις πρόκειται· ἡ δὲ δικαιοσύνη δωρεὰν δίδοται· ἐπεὶ οὖν ὁ καιρὸς χάριτος, εἰκότως, φησὶν, ἐπήκουσά σου ἐν τούτῳ, ὡς εἰ γε ἔλθοι ὁ τῆς κρίσεως καιρός· οὐκ ἔστιν ἁπλῶς εἰσακούσεται· ὁ οὖν ἐν καιρῷ χάριτος ἐπιτηδεύων πολιτείαν χρηστὴν,εὐχερῶς ἐπιτεύξεται τῶν βραβείων, καὶ ἀκουσθήσεται ὑπὸ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τοὺς μυρία πλημμελήσαντας δέχεται, ἀφεὶς αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν. τὸ νόημα οὕτως εἴρηται. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν. Συνεργοῦντες δὲ, φησὶ, καὶ παρακαλοῦντες διατελοῦμεν “μη- “δεμίαν μηδενὶ διδόντες προσκοπὴν,” ὅρα δὲ ἐν τάξει διηγήσεως συμβουλήν· ὡσεὶ ἔλεγε, διὰ πάντων ἀπενθυνῶν μου τὸν βίον καὶ τὴν πολιτείαν, ὥστε οὐ λέγω κατηγορίας, ἀλλ’ ἵνα μηδὲ μέμψεως δῷ τινι χώραν, ἵνα μή τις, φησὶν, ἐπιλάβηται τῆς διακονίας ἡμῶν καὶ τοῦ ἔργου· αὐτῶν γὰρ σφαλλομένων εἰκότως ἡ μέμψις εἰς τὸ κήρυγμα ἔτρεχεν· ἐπεὶ Z γὰρ ἂν οἱ Ἀπόστολοι, εἰ ἦν τι χρηστὸν τὸ κήρυγμα, ἤμελλον αὐτὸν ἄνθρωποι πεπιστεῦσθαι πονήροί· τοῦτο δὲ εἰπὼν, μονονουχὶ λέγει αὐτοῖς, ὅτι δεῖ καὶ ὑμᾶς ὀρθοῦ ἐπιμελεῖσθαι βίου, ἵνα μὴ εἰς τὴν πίστιν ἡ μέμψις ἀναδράμῃ· “ἐκ γὰρ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.” Ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτούς. Οὐ μόνον μέμψεων καὶ κατηγοριῶν, φησὶν, ἐσπουδάσαμεν εἶναι καθαροὶ, ἀλλὰ καὶ ἐν παντὶ συνεστήσαμεν καὶ ἀπεδείξαμεν ἑαυτοὺς ὡς Θεοῦ διακόνους· πῶς δ᾿ ἂν εἴη τοῦτο, καὶ πῶς τις ἀποδεικνύει ἑαυτὸν Θεοῦ διάκονον, ἢ δι’ ὧν πολιτεύεται καὶ βιοῦ ; ὅρα δὲ, οὐκ εἶπε, φαινόμενοι, ἀλλὰ “συνιστῶντες,” ὁ ἐστιν, ἀποδεικνύντες· τοῦτο δὲ τὴν δι’ ἔργων καὶ ἀληθείας ἀπόδειξιν ἔχει. Ἐν ὑπομονῇ πολλῇ. Πάντα γενναίως φέροντες τὰ ῥηθησόμενα, διό φησιν, “ἐν “ὑπομονῇ πολλῇ,” καὶ λοιπὸν καταλέγει, ἐν τίσιν ὄντες καὶ γενναίως διαγενόμενοι συνεστήσαμεν ἑαυτοὺς Θεοῦ διακόνους. Ἐν ἀνάγκαις. Ἐπίτασιν θλίψεως δηλοῦσιν αἱ ἀνάγκαι, ὅταν ἄφυκτα ᾖ τὰ κακά. Ἐν στενοχωρίαις. Δυσδιεξόδευτος ἦν, φησὶν, ἡ ἀπαλλαγή. Ἐν φυλακαῖς. Τούτων καὶ ἕν τι ἀφόρητόν ἐστιν. Ὅταν δὲ καὶ πάντα καὶ ὁμοῦ, θέα τὸν ἀγῶνα. Ἐν ἀκαταστασίαις. Ὅταν ἐλαυνόμενος οὐδ’ ὅπου στῇ εἶχεν. Ἐν κόποις. Τὰ μὲν εἰρημένα παρὰ τῶν πολεμίων τῆς πίστεως ἐπήγετο a αὐτῷ, λοιπὸν καὶ τὰ παρ’ αὐτοῦ εἰσενεχθέντα λέγει, ὡς μὴ ἀρκούντων ἐκείνων· κόπους δέ φησι καὶ τὰς ἐκ τῶν χειρῶν ἐργασίας, καὶ τὰς διὰ τὸ κήρυγμα συντριβάς. Ἐν ἁγνότητι. Ἁγνότητι φησὶ τήν τε σωφροσύνην καὶ τὸ ἀδάπανον Εὐαγγέλιον ἐν ἅπασι καθαρὸν, ἐν γνώσει, ἐν σοφίᾳ Θεοῦ τῇ ὄντως γνώσει, οὐ καθάπερ οἱ ψευδαπόστολοι τῇ ἀνθρωπίνῃ σοφίᾳ κομ- πάζοντες. Θεοδωρίτου. Ἴνα εἴπῃ καὶ περὶ τοὺς γνωρίμους καὶ περὶ τοὺς ἀγνώστους σπουδάζοντες εἶναι μακρόθυμοι καὶ χρηστοί· τὸ γὰρ ἁγνότητι ἀγνοίᾳ λέγει οὐχ ἁγνείᾳ. Θεοδωρίτου. Ἁγνότητα λέγει τὴν τῶν χρημάτων ὑπεροψίαν· οὐδὲ γὰρ τὰς ἀναγκαίους χρείας περὶ Κορινθίων ἐδέξατο, γνῶσιν δὲ, ὡς οἶμαι τὴν διδασκαλίαν. Ἐν μακροθυμίαις. Ἀδαμαντίνης δεῖται ψυχῆς τὸ πάντοθεν νυσσόμενον μὴ μόνον μακροθυμεῖν, ἀλλὰ καὶ χρηστεύεσθαι· “ὑβριζόμενοι γάρ,” φησιν, “εὐλογοῦμεν.” Ἐν Πνεύματι Ἁγίῳ. Εἰτα δείκνυσι πόθεν τοιοῦτος γέγονεν· ἐν Πνεύματι, φησὶν, ὄντες διετελέσαμεν· τότε δὲ τὴν τοῦ Πνεύματος τέθεικε βοήθειαν, ὅταν τὰ παρ’ ἑαυτοῦ συνεισήνεγκεν. Ἐν ἀγάπη ἀνυποκρίτῳ. Τοῦτο τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάσατο· τοῦτο τὸ Πνεῦμα μένειν ἐποίησεν. ’Εν λόγῳ ἀληθείας. “Ἐν λόγῳ ἀληθείας,” ὅπερ ἀλλαχοῦ φησιν, “οὐ δολοῦντες τὸν “λόγον τοῦ Θεοῦ·” εἶτα καὶ ἐν δυνάμει Θεοῦ, δι’ ἧς, φησὶ, πάντα πεπράχαμεν· πάντα γὰρ τῷ Θεῷ ἀνατίθησιν. Διὰ τῶν ὅπλων. Εἰ βούλεσθε μαθεῖν, φησὶ, πόθεν ταῦτα κατωρθώσαμεν, ἀκούσατε· διὰ τῶν ὅπλων, φησὶ, τῶν δεξιῶν καὶ ἀριστερῶν, ἅτινα εἰ καὶ δοκεῖ ἐναντία εἶναι πρὸς ἑαυτὰ, πλὴν ὅπλα δικαιοσύνης ἐστίν· δεξιὰ δὲ λέγει οἷον ἐπιδέξια δοκοῦντα, τουτέστι τὰς παρὰ ἀνθρώπων τιμάς· αἷς οὐκ ἐφυσήθημεν, φησὶν, οὐδὲ ἐπήρθημεν πρὸς δόξαν κενήν· διὰ τοῦτο γὰρ ὅπλα δικαιοσύνης γέγονεν· ἀριστερὰ δὲ τὰ τούτοις ἐναντία, οἷον τοὺς πειρασμοὺς, τοὺς διωγμοὺς, τὰς ὕβρεις οἷς οὐ κατεστήσαμεν b οὐδὲ ἡττήθημεν, ὡσεὶ ἔλεγεν, ἀεὶ οἱ αὐτοὶ ἐμείναμεν, μήτε τοῖς καλοῖς ἐπαιρόμενοι, μήτε τοῖς κακοῖς μαλακιζόμενοι. Ἰωάννουτοῦ Χρυσοστόμου. Ἀριστερὰ εἶναι λυπηρὰ, καίτοι ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα· τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἣ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὰ δόξης. Εἰτα λέγει τὰ ἀριστερὰ καὶ δεξιὰ, καὶ ὅρα τὰς παρὰ ἀνθρώπων αὐτῶν προσαγομένας τιμὰς εἰς οἰκεῖον τέθεικε κατόρθωμα· οἶδε γὰρ ὃν μέγα μὴ ἁλῶναι τύφῳ δι’ αὐτάς. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Αὗται αἱ εὐφημίαι καὶ δυσφημίαι. Τοῦτό ἐστι, διὰ δόξης καὶ ἀτιμίας· τοῖς μὲν γνώριμοί τε ἦσαν καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοῦ ζῶμεν. Κατὰ τὴν σφοδρότητα καὶ τὴν σπουδὴν τῶν πολεμούντων ἡμῖν, καὶ ἰδοὺ ζῶμεν κατὰ τὴν δύναμιν τοῦ Θεοῦ. Ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι. Ταῦτα δὲ, φησὶ, συνεχώρει ὁ Θεὸς, παιδεύων μὲν, οὐ μὴν ἄχρι θανάτου ἐγκαταλιμπάνων. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν τοῖς ἔξωθεν, ἐξ ὧν πάσχομεν, ἀθυμεῖν νομιζόμεθα, ἀεὶ δὲ καὶ ἐφ’ ἑκάστῳ ἀδιαλείπτως χαίροντες. Ὄρα τὴν ἁγίαν ψυχήν· οὐ μόνον ἔφερε τοὺς πειρασμοὺς γενναίως, ἀλλὰ καὶ ἔχαιρεν ἐπ’ αὐτοῖς, εἰδὼς διὰ τὸν Χριστὸν πάσχειν. Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Διετελέσαμεν ὡς πτωχοὶ, πολλοὺς δὲ ἐπλουτίσαμεν, ἣ πνευματικῷ πλούτῳ ἣ καὶ σαρκικῷ· εἶχον γὰρ τὰς ἁπάντων άνεῳημένας οἰκίας ποιούσας ἃ βούλονται. Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Οὐδὲν γὰρ ἔχων τὰ πάντων εἶχε· τῇ γὰρ οἰκουμένῃ ἐπέταττεν· “εἰ δυνατὸν γάρ’ φησὶ, “τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώ- “κάτε μοι.” Ἔνι δὲ καὶ περὶ πνευματικῶν ταῦτα νοῆσαι· ὁ γὰρ ἀπορρήτων ἀκούων ῥημάτων, πῶς οὐχὶ πάντων πλουσιώτερος ἦν; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. Τὰ τῶν ἰδίων ἀγώνων διελθὼν, εἰς τὸν περὶ πολιτείας ἔρχεται πόνον· πρότερον δὲ πεῖσαι θέλει, ὅτι ἀγαπῶν αὐτοὺς ἔλαττον ἀγαπᾶται, καί φησι, “τὸ στόμα ἡμῶν ἀνέῳγεν,” οἷον οὐ δυνάμεθα σιγᾷν πρὸς ὑμᾶς, ἐκεῖ ὑμῖν διαλέγεσθαι θέλομεν, ὅπερ ἀγαπώντων ἴδιον καὶ ἄνευ ὑποστολῆς λαλούντων. Ἡ καρδία ἡμῶν πεπλάτυνται. Καθάπερ γὰρ τὸ θερμὸν εὐρύνειν εἴωθεν, οὕτω καὶ ἡ ἀγάπη· θερμὸν γάρ τι χρῆμα ἡ ἀγάπη· ὡσεὶ εἶπεν, οὐ μόνον στόματι, ἀλλὰ καὶ καρδίᾳ φιλῶ καὶ πάντας ἔνδον ἔχω. διό φησιν, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, τοῦ πόθου εὐρύνοντος αὐτοῦ τὴν ψυχήν· “ἡ “καρδία ἡμῶν πεπλάτυνται” εἰς τὸ πάντα διδάξαι ὑμᾶς, ὑμεῖς δὲ “στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν,” τουτέστιν, ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, ᾗ ἀγαπᾷν με ὀφείλετε· οὕτως ὁ Κλήμης ἐν τετάρτῳ ὑποτυπώσεων. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Ἐγὼ μὲν, φησὶν, οὐ στενοχωροῦμαι, πάντας ὑμᾶς ἔνδον ἔχων, ὑμεῖς δὲ, φησὶν, ἐν τῷ ἔχειν με ἐν τοῖς σπλάγχνοις ὑμῶν στενοχωρεῖσθε· οὐ γὰρ ὁμοίως μὲν, φησὶν, ἀγαπῶν ἧττον ἀγαπῶμαι. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν. “Τὴν δὲ αὐτὴν ἀντιμισθίαν,“ τουτέστιν, ἀμοιβὴν καὶ ἰσότητα τῆς φιλίας εἰσενέγκατε ὡς τέκνα, καὶ “πληθύνθητε καὶ ὑμεῖς“ ὡς καὶ ἐγώ· καὶ γὰρ αἰσχρὸν ἐμοῦ πάντας ὑμᾶς ἔνδον δεξαμένου, ὑμᾶς πάντας ἕνα μὴ δέξασθαι. Ὡς τέκνοις λέγω— Εἶτα δείκνυσι καὶ ὀφειλομένην τὴν ἀγάπην· ὀφείλει γὰρ τὰ τέκνα τοῖς πατράσιν. Μῆ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Εἶτα ἵνα μὴ νομίσωσι δι’ ἑαυτὸν χρήζειν τῆς ἀγάπης αὐτῶν, δείκνυσι διὰ τὸ αὐτῶν συμφέρον ἐπιζητεῖν ἀγαπᾶσθαι· φησὶ γὰρ, τοῦτο ἐστι τὸ ἀγαπᾷν με τὸ μὴ ἐκκλίνειν c πρὸς τοὺς ἀπίστους, καὶ συναναμίγνυσθαι αὐτοῖς, καὶ διαφθείρεσθαι ὑπ’ αὐτῶν. Ἀπὸ μεταφορᾶς δὲ τῶν πλαστίγγων τοῦ ζυγοῦ τὸ “ἑτεροζυγοῦντες.” Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἀντὶ τῶν προσώπων αὐτὰ τέθεικε τὰ πράγματα, τίς, φησὶ, κοινωνία ὑμῖν καὶ τοῖς ἀπίστοις; ὥσπερ οὐδὲ δικαιοσύνῃ καὶ ἀνομίᾳ τι κοινὸν, οὔτε φωτὶ πρὸς σκότος, οὔτε Χριστῷ πρὸς Βελίαρ, τουτέστιν, ἀποστάτῃ καὶ Σατανᾷ. Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Πᾶσι τρόποις ἀπεῖρξαι τῶν ἀπίστων αὐτοῖς θέλων, οὐκ εἶπε δικαίοις καὶ ἀνόμοις, ἀλλ’ ὃ μεῖζον ἦν· οὐκ εἶπε τοῖς τοῦ Φωτὸς καὶ σκότους ἐργάταις, ἀλλ’ ὃ πλέον ἦν· οὐκ εἶπε τοῖς διακόνοις τοῦ Χριστοῦ καὶ τοῖς τοῦ Σατανᾶ, ἀλλ’ ὃ φοβερώτερον ἦν· εἶτα ἵνα μὴ δόξῃ πραγμάτων ψιλῶν ποιεῖσθαι συγκρίσεις, ἦλθεν ἐπ’ αὐτὰ τὰ πρόσωπα, πιστῷ φησὶ, μετὰ ἀπίστου. Ἢ οὕτως· ὥσπερ, φησὶ, τοῖς ἄνω εἰρημένοις, οὐδὲν κοινὸν πρὸς ἑαυτοὺς, οὕτως οὐδὲ τῷ πιστῷ μετὰ ἀπίστου. Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; “Συγκατάθεσις,” τουτέστιν, ὁμοίωσις· ἐκεῖνοι, φησὶ, ναὸς εἰδώλων εἰσὶν, ὑμεῖς ναὸς Θεοῦ· τίς οὖν ὑμῖν κἀκείνοις κοινωνία; ὅτι δὲ ναὸς ἐστὲ, φησὶ, Θεοῦ, πάρεστιν ἀκοῦσαι τοῦ προφήτου Ἱερεμίου. Ὅτι ἐνοικήσω ἐν αὐτοῖς. Τὸ μὲν ἐνοικήσω ὡς εν ναοῖς, τὸ ’δε ἐμπεριπατήσω ενδεικνυντος ἐστι τὴν πρὸς ἧμας σχέσιν. Καὶ ἀφορίσθητε— Τῶν ἀπίστων δηλαδὴ, τῶν ἀκαθάρτων· τὸ δὲ “ἀφορίσθητε” οἱονεὶ μονώθητε, ὅσον ἧκεν εἰς ἐκείνους. Ὅρα δὲ, οὐκ εἶπε, μὴ πράττετέ τι ἀκάθαρτον, ἀλλὰ μηδὲ ἅπτεσθε. Κἀγὼ εἰσδέξομαι ὑμᾶς. Ἂν γὰρ ἐκείνων, φησὶν, ἐξέλθητε, μονὴν ἕξετε παρ’ ἐμοί. Καὶ ὑμεῖς ἔσεσθε μοι εἰς υἱούς. Προαναφωνεῖ ὁ προφήτης τὴν νῦν δοθεῖσαν υἱοθεσίαν διὰ τῆς πίστεως καὶ τοῦ λουτροῦ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας. Ποίας; τὸ ναοὺς εἶναι Θεοῦ καὶ ἔχειν αὐτὸν ἐνοικοῦντα, τὸ υἱοὺς εἰναι Θεοῦ καὶ λαόν. Καθαρίσωμεν αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ— Τὰ μὲν γὰρ τῶν ἁμαρτημάτων μολύνει τὸ σῶμα, οἷον πορνεία, μοιχεία, τὰ δὲ, τὸ πνεῦμα, τουτέστι τὴν ψυχὴν, οἷον ἀκάθαρτοι λογισμοὶ, μνησικακίαι, λοιδορίαι. Θεοδωρίτου. Πνεύματι ἐνταῦθα τῆς ψυχῆς φησὶ, μὲν ἀκαθαρσίαν λέγων, τὴν πρὸς τὰ εἴδωλα κοινωνίαν, σαρκὸς δὲ, τὴν ἐν πράξει ἁμαρτίαν. Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Καὶ οὐκ ἀρκεῖ, φησὶν, ἀκαθαρσιῶν καὶ μολυσμῶν ἀπέχεσθαι, ἀλλά τι καὶ πράξαι χρηστόν· διό φησιν, “ἐπιτελοῦντες ἁγιω- “σύνην,” τουτέστι, πράττοντες· ἡ δὲ ἁγιωσύνη σωφροσύνη τε νοεῖται καὶ καθαρότης παντὸς πάθους· εἶτα φησὶν “ἐν φόβῳ “Θεοῦ,” ἔνι γὰρ καὶ πρὸς ἀνθρωπαρεσκείαν καὶ ὑπόκρισιν καὶ κενοδοξίαν πράττειν τι τῶν ἐπαινετῶν, ἣ ὅτι διὰ φόβον Θεοῦ· τῷ γὰρ τοῦ Θεοῦ φόβῳ ἁλωτὴ γίνεται ἡ δικαιοσύνη.