Ancient Greek
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Thessalonicenses ΚΕΦ. Γ.
Not analysed yet
Εὐχαριστία περὶ τῆς κλήσεως. Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς, ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύ- μάτος καὶ πίστει ἀληθείας. Ιωάννου. Πῶς εἰς σωτηρίαν ἁγιάσας ἡμᾶς διὰ τοῦ Πνεύματος ; ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας, οὐδαμοῦ ἀπὸ ἔργων, οὐδὲ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας· ἰδοὺ τὸ “ἐν’’ πάλιν διά ἐστι· καὶ “δι’ ἁγιασμοῦ “Πνεύματος,’ φησίν. Εἰς ὃ ἐκάλεσεν ἡμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ μικρὸν καὶ τοῦτο· ἑαυτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός· δόξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζομένους· ἄρα μέγας ὁ κόσμος ἡμῶν, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν τὸ Πνεῦμα τὸ Ἅγιον. διὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν ; ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι· ὅρα πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ. “εἰς ὃ ἐκάλεσεν ὑμᾶς,’’ φησὶ, “διὰ “τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν “Ἰησοῦ Χριστοῦ.’’ Ἄρα οὖν, ἀδελφοὶ, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἤμων. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι’ ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ καὶ ἀγράφως, ὁμοίως δὲ καὶ ταῦτα κἀκεῖνά ἐστιν ἀξιόπιστα. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακα- λέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργω ἀγαθῷ. Πἀλιν εὐχὴ μετὰ τὴν παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοηθεῖν. ποῦ δὲ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται ; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν. “ὁ ἀγαπήσας ἡμᾶς,’’ φησὶ, “καὶ δοὺς παρά “κλῆσιν αἰώνιον·” ποίαν δὴ ταύτην ; τὴν ἐλπίδα τῶν μελλόντων. ὅρα πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια. “παρακαλέσαι ὑμῶν τὰς καρδίας, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ,’’ τουτέστι, διὰ παντὸς ἔργου καὶ λόγου ἀγαθοῦ· Χριστιανῶν γὰρ αὕτη ἡ παράκλησις, τὸ ποιῆσαι τι χρηστὸν καὶ Θεῷ δοκοῦν. ἐγὼ τοίνυν, φησὶν, εἶπον· τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι· στηρίξαι, βεβαιῶσαι, ὥστε μὴ σαλεύεσθαι, μηδὲ παρακλίνεσθαι· καὶ γὰρ καὶ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν, ὥστε καὶ δογμάτων ἕνεκεν καὶ πρά- ξέων ἐστηρίχθαι· ψυχὴ γὰρ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἔπι τι χρηστὸν ἅπαν τὸ τέλος.