Ancient Greek
ΚΕΦ. Δ.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Thessalonicenses ΚΕΦ. Δ.
Not analysed yet
Παράκλησις εὐχῆς ὑπὲρ αὐτοῦ καὶ τοῦ ἔργου. Tὸ λοιπὸν, προσεύχεσθε, ἀδελφοὶ, περὶ ὁ λόγος τοῦ Θεοῦ τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Οὐχ ἵνα μὴ κινδυνεύσῃ, εἰς τοῦτο γὰρ ἔκειτο, ἀλλ’ ἵνα ὁ λόγος τοῦ Κυρίου “τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς.’’ καὶ μετ’ ἐγκωμίων ἡ αἴτησις, “ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ “πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.’’ οὐ τοῦτο δηλοῦντός ἐστι τοὺς αὐτοῦ κινδύνους, ἀλλὰ περὶ τῶν ἀνθισταμένων καὶ μαχομένων τοῖς δόγμασι λέγει, καὶ ἐμποδιζόντων τῷ λόγῳ, οἷος ἦν Ἀλέξανδρος ὁ χαλκεύς· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, “οὐ γὰρ πάντων “ἡ πίστις,’’ τουτέστι, εἰσὶ τοιοῦτοι οἷς δέδοται, ὡς ἃν περὶ κλή- ῥοῦ ἔλεγε πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις· ἅμα δὲ καὶ διανίστησιν αὐτοὺς ἤδη τοσαύτην ἔχοντας παρρησίαν, ὡς δύνασθαι τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Πιστὸς ’δε ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυ- λάξει ἀπὸ τοῦ πονηροῦ. πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε. ὁ δὲ Θεὸς κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Μεγάλα δύναται ἡ εὐχὴ ὑπὲρ ἡμῶν, ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα. διὰ τοῦτο καὶ Παῦλος εὐχόμενος ὑπὲρ αὐτῶν, καὶ πάλιν τὸ ἀξιόπιστον θεὶς ἀπὸ τῆς ἐπαγγελίας, φησὶν, “ποστὸς δέ ἐστιν ὁ Κύριος ὃς “στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.’’ εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύδεται, οὐδὲ ἀφίησιν ἀπολέσθαι, ἵνα μὴ διὰ τούτων εἰς ῥᾳθυμίαν ἀγάγῃ, καὶ τὸ πᾶν νομίσαντες εἶναι τοῦ Θεοῦ καθεύδωσιν. ὅρα πῶς καὶ τὴν ἀπ’ αὐτῶν συνεργίαν ἀπαιτεῖ λέγων· “πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν, καὶ “ποιεῖτε καὶ ποιήσετε·’’ καλῶς δὲ καὶ τὸ “πεποίθαμεν ἐν Κυρίῳ’’ τέθεικε, τουτέστι, τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. πάλιν αὐτοὺς καθαιρεῖ τὸ πᾶν ἀναρτῶν ἐκεῖ· προσέθηκε δὲ καὶ τὸ “ἐφ’ ὑμᾶς, “ὅτι ἃ παρηγγείλαμεν ποιεῖτε καὶ ποιήσετε·’’ ἐγκωμιάζει δὲ πάλιν αὐτοὺς, καὶ εὔχεται τὴν κηδεμονίαν αὐτοῦ δεικνύς· ἐπειδὴ γὰρ μέλλει ἐμβαίνειν εἰς ἐπιτίμησιν, τούτοις αὐτῶν προλεαίνει τὰςδιανοιας· “ὁ δὲ Κύριος κατευθύναι ὑμῶν,’’ φησὶ, “τὰς καρποντα “δίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ·’’ πολλὰ γάρ εἰσι τὰ παρεκτρέποντα τῆς ἀγάπης· “καὶ εἰς τὴν ὑπομονὴν, φησὶ, τοῦ Χριστοῦ, ἵνα ὑπομείνωμεν ὡς ἐκεῖνος ὑπέμεινεν, ἢ ἵνα ἐκεῖνα πράττωμεν, ἣ καὶ ἵνα μεθ’ ὑπομονῆς ἀναμείνωμεν αὐτὸν, τουτέστιν, ἐμπαράσκευοι ὦμεν. ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο, καὶ αὐτὸς ἔρχεται κρίναι ζῶντας καὶ νεκροὺς, ἵνα ἀναμένωμεν αὐτὸν καὶ ὑπομένωμεν, ἔνθα δὲ ἂν ὑπομονὴν λέγῃ, πάντως θλῖψιν αἰνίττεται· τοῦτο γάρ ἐστι τὸ ἀγαπᾷν τὸν Θεὸν καὶ ὑπομένειν.