Ancient Greek · ~13 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. Β..1
Not analysed yet
Περὶ πραότητος καὶ ἁγνείας καὶ πράξεως ἀγαθῆς μεταδοτικῆς ἐπὶ μακαρισμῷ, καὶ περὶ ἐπιστήμης καὶ συμμετρίας λόγου. Ὥστε ἀδελφοί μου ἀγαπητοὶ, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι· βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσειαν κακίας. Τουτέστιν τὴν ἁμαρτίαν τὴν ῥυπαίνουσαν τὸν ἄνθρωπον, τὴν ὥσπερ περιττὴν οὖσαν ἐν ἡμῖν τὸ κακοὺς εἶναι· ἁλλ’ ἔξωθεν προσγίνεται ἐξ ἀμελείας τὲ καὶ τῶν εἰς τοῦτο ἡμᾶς ἐρεθιζόντων δαιμόνων, τὸ ἐνδόσιμον ἡμῶν ἐκ τῆς ἀπροαιρέτου συγκαταβάσεως ἔχον. Ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. Ετοιμος εἰς τὸ μαθεῖν τὸ ἀγαθόν. Ἀντὶ τοῦ τὸν ἀληθῆ· τὸν τῆς ὁμολογίας δηλονότι, τὸν ἀφθάρτους ἡμᾶς γενέσθαι παρασκευάζοντα. ἐπεὶ καὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ. Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ, παραλογιζόμενοι ἑαυτούς. Ἀντὶ τοῦ λογιζόμενοι καθ’ ἑαυτούς. Καταφρονοῦντες τῆς ἑαυτῶν σωτηρίας. Ὅτι εἴτις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής. Εἴτις, φησι, γένηται λόγου μόνον ἀκροατὴς, καὶ μὴ βεβαιώσει τοῖς ἔργοις τὴν ἀκοὴν, εὐθέως καὶ τὸν λόγον ἀπόλλυσι, διαχυθεὶς γὰρ οἴχεται. Οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει ἔσται. Ὥσπερ ἐκεῖνος τὸ σῶμα ὁρᾷ, οὕτω καὶ οὗτος διὰ τοῦ νόμου ὁποῖός τις γέγονε. διὸ οὐδὲ πρόσωπον εἶπε μόνον, ἀλλὰ “πρόσωπον “γενέσεως.” μανθάνομεν γὰρ οἵους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ἀναγεννήσας διὰ λουτροῦ παλινγενεσίας· εἶτα μὴ ἐμμένοντες τῇ τοιαύτῃ θέᾳ διὰ τῶν πράξεων, καὶ τοῦ χαρίσματος λανθανόμεθα. ὁ γὰρ πράξεσιν ἑαυτὸν πονηραῖς ἐκδοὺς, οὐδὲ ὅτι εὐεργετεῖται παρὰ τοῦ Θεοῦ μνημονεύει. εἰ γὰρ ἐμνημόνευεν ὅτι ἄνωθεν ἐγεννήθη, καὶ ἐδικαιώθη, καὶ ἡγιάσθη, καὶ ἐν υἱοῖς κατελογίσθη Θεοῦ, οὐκ ἃν ἔργοις ἑαυτὸν παρεδίδου τοῖς ἀθετοῦσι τὴν χάριν. Οὐ γὰρ ἐκεῖνοι μακάριοι οἱ ἀκροαταὶ, ἀλλ’ οἱ συνάπτοντες τῇ ἀκροάσει τὴν πρᾶξιν. ἐπεὶ καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἐγένοντο ἀκροαταὶ, ἀλλ’ ἐπεὶ οὐ ποιηταὶ, οὐκέτι μακάριοι ἦσαν, ἀλλὰ παραδέδονται τῷ ὀλοθρευτῇ. Γνοὺς γὰρ ἑαυτὸν εἰκόνα Θεοῦ ὄντα, οὐ καθ’ ὁμοίωσιν Θεοῦ ἐπολιτεύσατο. Εἴτις δοκεῖ θρῆσκός εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν, ἀλλ’ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. “Εἴ τις δοκεῖ,’’ φησιν, ἀλλ’ οὐχὶ ταῖς ἀληθείαις εἶναι· ἧ γὰρ ἃν πάντως οὐδὲ αὐτῷ τὴν γλῶσσαν ἀχαλίνωτον ἐξεπαίδευσεν· οὐδ’ ἃν αὐτοῦ διὰ κενοθρησκείας τὴν καρδίαν ἐχλεύαζε· διὸ φησὶν, “ὁ δοκῶν ἑστάναι,’’ καὶ τὰ ἑξῆς. οὐ γὰρ δὴ τὸν ὄντως ἑστῶτα τὴν ἔμπτωσιν καθορᾶν ἐμαρτύρατο· οὗτος γὰρ κανὼν καὶ ὑπογραμμὸς θρησκείας ὀρθῆς. Τῆς θρησκείας ἡμῶν εἶναι τῆς ἐν Χριστῷ. Μὴ σπεύδων μαθεῖν ἀλλὰ διδάσκειν. Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. Τοῦ Χρυσοστόμου. τοῦτο ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ οἰκτείρειν. ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. οὐκ εἶπεν, ἐὰν νηστεύσητε ὅμοιοι ἐστὲ τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων παρὰ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεὸς, ἀλλὰ τί; “γίνεσθε οἰκτίρμοωες ὡς ὁ Πατὴρ ὑμῶν “ὁ ἐν τοῖς οὐρανοῖς·” τοῦτο Θεοῦ ἔργον· ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τι ἔχεις; “ἔλεον θέλω,’’ φησὶ, “καὶ οὐ θυσίαν.’’