Ancient Greek
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. Γ..1
Not analysed yet
Περὶ τῆς πρὸς ἕκαστον ἀγάπης ἀπροσωπολήπτου κατὰ νόμον. Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Τοῦ αὐτοῦ. τινὸς ἕνεκεν σὺ μέγα φρονεῖς φησιν; ἣ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμα ἐσμὲν ἅπαντες ἓν καὶ μεγάλοι καὶ μικροί; ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ αὐχίζειςh σαυτόν; τί αἰσχύνῃ τὸν ἀδελφόν; ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ. καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτω- χὸς ἐν ῥυπαρᾷ ἐσθῆτι καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε αὐτῷ· σὺ Κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ· ἣ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου· οὐ διεκρίθητε ἐν ἑαυ- τοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ; Τοῦ Χρυσοστόμου. To αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· παρ- εγένετο ὁ πένης· γενοῦ κατ’ αὐτὸν τῷ φρονήματι· μὴ μείζονα καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πένης καὶ πλούσιος ἐν Χριστῷ. μὴ τοίνυν ἐπαισχύνῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι δία τὴν ἔνδον πίστιν. Ἀκούσατε ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξε- λέξατο τοὺς πτωχοὺς τοῦ κοσμοῦ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Τοῦ Αὐτοῦ. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δίδους τι καὶ λυ- πεῖς ; νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ’ ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ’ ὡς ἀλγοῦν- τες ἐπὶ τὸ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος. εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖ- νον καὶ ταλαίπωρον ; προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διά σε, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ σὺ τὸν διὰ σὲ πενό- μένον ὑβρίζεις, πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; Τοῦ Χρῦσοστόμου. Φέρετε γενναίως τὰς πλεονεξίας. ἑαυτοὺς ἀναίρουσιν ἐκεῖνοι οὐχ ἱμὰς. ὑμὰς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος. Ἀπολιναρίου. τοῦτο μὲν οἱ τῶν Ἰουδαίων ἄρχοντες, ἐκ τῶν καρποφοριῶν πλουτοῦντες· τοῦτο δὲ καὶ οἱ τὰ Ῥωμαίων διοικοῦντες πράγματα, εἰδωλολατροῦντες τότε. Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν γραφὴν, ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. Ὥσπερ σὺ βούλει χρῆσθαι τὸν πλησίον δικαίως καὶ φιλανθρώπως, οὕτως καὶ αὐτὸς πρᾶττε πρὸς τὸν ὁμογενῆ σου, καὶ τοῦ αὐτοῦ ὄντα Θεοῦ. φυσικὸς ὁ λογισμὸς, εἰς ὃν καὶ πάντα ὁ Σωτῆρ’ ἀνεκεφαλαιώσατο λέγων, “ὡς θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρω- “ποι, καὶ ὑμεῖς ποιεῖτε αὐτούς· οὕτως γάρ ἐστιν ὁ νόμος καὶ οἱ “προφῆται. Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Τῷ μὴ τελείαν ἔχειν ἀγάπην· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν καλῶν· εἰ δὲ τῆς κεφαλῆς ἀπορεῖ, περιττὸν ἅπαν τὸ λοιπὸν σῶμα· ὅτι περὶ τούτου λέγει, δῆλον ἐκ τῆς προειργασμένης κατασκευῆς. πᾶσα γὰρ αὐτῷ ἡ κατασκευὴ περὶ τελείας ἀγάπης ἦν· τὸ δὲ οὐ μοιχεύσεις, ἀλλὰ φονεύσεις, ὑποδείγματος χάριν κεῖται, ὥστε μὴ χωλεύειν κατὰ τὸ λοιπὸν τὴν τελειότητα. Ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ, μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δὲ, γέγονας παραβάτης νόμου. Εἰ καὶ μὴ πάνυ ἁρμοδίως κεῖται ἡ προκειμένη παραγραφὴ, ἀλλ’ οὖν διὰ τὸ αὐτῆς ὠφέλιμον, ἀναγκαῖον ᾠήθην ταύτην ἐνθεῖναι. ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς τὰ προκείμενα ῥητὰ ὑπὸ Μωϋσέως εἰρημένα εἰς τελειότητα φέρων φησὶν, “ἠκούσατε “ὅτι ἐρρήθη τοῖς ἀρχαίοις οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ ἔνοχος “ἔσται τῇ κρίσει· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος “τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει. ἠκούσατε ὅτι “ἐρρήθη, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων “γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ “καρδίᾳ αὐτοῦ.’’ ταῦτα ἑρμηνεύων Σευῆρος ὁ Ἀντιοχείας Ἐπίσκοπος, ἐν τῷ μς΄ λόγῳ οὕτω φησίν. “τῆς γὰρ διὰ Μώσεως “γραφείσης νομοθεσίας “οὐ φονεύσεις λεγούσης, Χριστὸς ὁ τοῦ “νόμου νοῦς καὶ τοῦ ἐν αὐτῷ πνεύματος χορηγὸς τὸ “οὐκ ὀργι- “σθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ” διετάξατο, ταύτῃ μᾶλλον πληρῶν “τοῦ νόμου τὸ βούλημα· τὴν γὰρ ὀργὴν ἑξῆς ὁ φόνος φύεται “ἀνελὼν, καὶ τὸ ἐκείνῳ σπουδαζόμενον ἔπραξε· καὶ περιττὸν τὸ οὐ “φονεύσεις ἀπέδειξεν· ἀμαυρώσας αὐτὸ διὰ τῆς μείζονος ἐπιτάσεως· “σχολῇ γὰρ ἂν ἔλθοι πρὸς φόνον, ὁ μηδὲ ὀργισθῆναι συγχωρηθείς. “οὕτω καὶ τὸ πρὸς ἐπιθυμίαν ἀκόλαστον ἄγον βλέμμα καταδικά- “σὰς, τὸ “οὐ μοιχεύσεις καὶ πεπλήρωκε, καὶ ἠφάνισε· πνευμα- “τικὸν γὰρ ὄντα τὸν νόμον ὁ Κύριος πεπλήρωκε μὲν καινότητι “πνεύματος, λέλυκε δὲ τῇ τοῦ γράμματος παλαιότητι· τὸ δὲ “παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ὑπάρχειν ἀφανισμοῦ’’ καὶ “Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· καλῶς δὲ καὶ σφόδρα εἶπε· “ἐγγὺς ἀφανισμοῦ γεγενῆσθαι, καὶ οὐ τελείως ἠφανίσθαι· τῷ “γὰρ πληροῦσθαι τὸν νοῦν, δοκεῖ μὲν εἶναι νόμος· ἠφανίσθαι δὲ, “τῷ περιττὴν φανῆναι ἢ δειχθῆναι τὴν τοῦ γράμματος ἐντολήν· “καθάπερ ἄν τις καὶ τὸν ἐκ σκιαγραφίας ἐπὶ σανίδος ἐνσημαν- “θέντα κύκλον ἠφανίσθαι εἴποι, διὰ τῆς τῶν χρωμάτων ἐπιβολῆς. “ἠφάνισται μὲν γὰρ τῷ μὴ διὰ τοῦ προτέρου σκιώδους σχή- “μάτος δείκνυσθαι· μένει δὲ ὅμως τῷ λαμπροτέρῳ διὰ τῆς ἐπι- “καλυψάσης εὐχροίας ἐκφαίνεσθαι.’’ Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Τοῦ Χρυσοστόμου. βελτίον’ γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· Ἔστι μὲν περὶ κρίσεως ὀρθῆς ἡ παραίνεσις, “νόμον δὲ ἐλευ- “θερίας’’ λέγει τὸν νόμον τῆς δικαιοσύνης· τὸν οὕτω κρίνοντα ὡς εὑρίσκει· τοῦτο δέ φησιν ἐπειδὴ τινὲς ἁμαρτάνουσι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ ἀποχρώμενοι, καὶ λέγοντες, ὅτι φιλάνθρωπος ὣν συγχωρεῖ· διὸ καὶ ἐπιφέρει, “ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι “ἔλεος. Κατακαυχᾶται ἔλεον κρίσεως. Ἡσυκίου. Ὥσπερ τὸ ἔλαιον ἐξολισθαίνειν τοὺς ἀθλητὰς τὰς χεῖρας τῶν ἀντιδίκων ποιεῖ, οὕτως ἡ ἐλεημοσύνη τοὺς ταύτην ἀσκουμένους ἐκκλίνειν καὶ ἀποφεύγειν παρασκευάζει τοὺς δαίμονας. Τοῦ Χρυσοστ; 2ομου. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τοῦ Θεοῦ ἐστὶ, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἃν βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἃν μὴ ἀδικῆται παρ’ ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾐ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παρρησίαν· καὶ ὑπὲρ προσκεκρουκότων δεῖται. τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαρρήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ μετ’ ὀλίγα—βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· “ἔσεσθε γάρ,’’ φησιν, “οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν “τοῖς οὐρανοῖς.’ ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους· ἐκεῖ “πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ μετάφρενα ἀύτης ἐν “χλωρότητι χρυσίου·’’ καθάπερ περιστερά τις χρυσῆ καὶ ζῶσα πέτεται· ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον· οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον. καλός ἐστιν ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός· οὕτως ἡ ὄρνις αὕτη καλή τις ἐστὶ καὶ θαυμαστή· ἄνω διὰ παντὸς ὁρᾷ· πολλὴ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ, πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν ἔχουσα πρόσωπον, ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ ’τον θρόνον ἑστῶσα τὸν βασιλικόν. ὅταν κρινώμεθα, ἄφνω ἐφίσταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὐτῆς πτέρυξι περιβάλλουσα, ταύτην θέλει ὁ Θεὸς ἢ θυσίας.