Ancient Greek
ΚΕΦ. Ζ.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. Ζ.
Not analysed yet
Περὶ μετανοίας πρὸς P σωτηρίαν, καὶ περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον. Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Τοῦ Χρυσοστόμου. Ὁ γὰρ μετὰ τὸ ἁμαρτάνειν μετανοίᾳ χρώμενος, οὐ πένθους ἀλλὰ μακαρισμῶν ἐστὶν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν· λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαι- ωθῇς· εἰ δὲ μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστὶν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ’ ἁμαρτήμασι χαλεπὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας κολάσεως ἐστιν ἄξιον; εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης; Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. Ἡσυχίου. Μακάριον ἐνώπιον Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος· “ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.’’ ὅταν τοίνυν οὕτω ταπεινωθῶμεν· κἂν ὑπὸ δαιμόνων ἐπ’ ἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρούμενον· μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάκωμεν ἐν ταῖς θλίψεσι· φησὶ γὰρ ὁ Δαβὶδ, “ἰδὲ “τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ “ἐπελαθόμην.” Μῆ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς τοῦ νόμου, ἀλλὰ κριτής· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τις εἰ, ὃς κρίνεις ’τον ἕτερον; Κυρίλλου. Πᾶν’ χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γέννησιν. καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι, καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσι τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀρρωστημάτων, φιλοψοφίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα καὶ καταλαλιᾶς ὑπόθεσιν· καταψηφίζονται γὰρ αὐτῶν· οὐκ εἰδότες, ὅτι τὰ ἶσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις, ἑαυτῶν κατακρίνουσιν. οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος “ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, “σεαυτὸν κατακρίνεις. τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.”