Ancient Greek · ~15 min
ΚΕΦ. Η.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. Η..1
Not analysed yet
ὅτι οὐκ ἐν ἀνθρώπῳ ἁλλ’ ἐωq Θεῷ τὰ διαβήματα ἀνδρὸς κατευθύνεται. Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον ποπευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν, καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν. Περὶ φρονήματος μετεώρου τὸ λεγόμενον, οὗ τὸ τέλος ἀφανισμος. Κυρίλλου. Οἱ μὲν γὰρ πρὸς ἐμπορίας καὶ τὰς ἐντεῦθεν φιλοκερδείας ἀκορέστως κεχηνότες ὁδοιποριῶν ἀνέχονται μακρῶν, ναυτιλίας καὶ τῶν ἐν αὐτῇ κυμάτων· οἱ δὲ τὴν πεπορισμένην αὐτοῖς δυναστείαν ὅπλον ποιοῦνται τῆς καθ’ ἑτέρων πλεονεξίας· ἕτεροι δὲ αὐτὰ ἐκ μοχθηρῶν εὑρημάτων παχύνουσι βαλάντια, καὶ τόκοις ἐπὶ τόκους ἀνοσίως συλλέγοντες, πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέουσι κεφαλαῖς. Οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ἡ ζωὴ ὑμῶν ; ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη. ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο· νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. Τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Λουκᾶν οὐ τοῦ θέλοντοσ οὐδὲ τοῦ τρέχοντοσ. Οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστὶν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος· δεῖ μὲν καὶ θέλειν καὶ τρέχειν, θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φησὶ γὰρ ἐν ταῖς Παροιμίαις· “μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τι τέξεται ἡ ἐπιοῦσα·” οὐ γὰρ ἐφ’ ἡμῖν ἐστι τὸ ἐλθεῖν εἰς τὴν αὔριον, καθάπερ οὐδὲ τῷ μισθωτῷ r πρὸς ἡμέραν μισθωθέντι μίαν, ἐξουσία τίς ἐστι ἀφ’ ἑαυτοῦ καὶ τῇ ἑξῆς ἐργάσασθαι, πλὴν εἰ μὴ ὁ μισθωσάμενος ἐπιτρέψειεν. *Περὶ πλεονεξίας πλουσίων καὶ τῆς ἐν κόσμῳ τρυφῆς αὐτῶν, καὶ περὶ δικαιοκρισίας τοῦ Θεοῦ s. Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται. Τοῦ Χρυσοστόμου. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς· μέχρι πότε τρυφή; μέχρι πότε ἄνεσις; οὐκ ἐνεπλήσθημεν ῥαθυμοῦντες ; γελῶντες ; ἀναβαλλόμενοι ; οὐ τὰ αὐτὰ πάλιν ἔσται τράπεζα καὶ κόρος καὶ πολυτέλεια καὶ χρήματα καὶ κτῆσις καὶ οἰκοδομαὶ; καὶ τί τὸ κέρδος; θάνατος· καὶ τί τὸ τέλος; τέφρα καὶ κόνις σοροὶ καὶ σκώληκες. Ἡσυχίου. Προλέγει τὴν τιμωρίαν, διὰ φιλανθρωπίαν· ἵνα μετανοήσαντες ἔξω γένοιντο τῶν ἀπειλουμένων. Κυρίλλου. Τουτέστιν ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ ὄνον τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα· οἶς ἃν εἰκότως λέγοιτο πρὸς ἡμῶν· “ἄγε νῦν οἱ πλούσιοι κλαύ- “σατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχο- “μέναις·” προσεποίσομεν δὲ τούτοις τὸ “ἐτρυφήσατε, ἐσπατα- “λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ “σφαγῆς·’’ τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς· ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι. Καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν. Ἀντὶ τοῦ καταμαρτυρήσει ὑμῶν, διὰ τοῦ ἰοῦ ἐλέγχων τὸ ἀμετάδοτον, ὁμοίως δὲ λαὶ τὰ ἱμάτια διὰ τῆς σήψεως. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς, καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς· κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· καὶ οὐκ ἀντιτάσσεται ὑμῖν. Τοῦ Χρυσοστόμου. Τί οὗν; κεκώλυται ἡ τρυφή ; καὶ σφόδρα· διατί οὖν εἰς μετάληψιν ἔκτισται; ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· ὅτι καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ’ ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν· πᾶν γὰρ κτίσμα Θεοῦ καλόν φησι, καὶ οὐδὲν ἀπόβλητόν μετὰ εὐχαριστίας λαμβανόμενον.