Ancient Greek
ΚΕΦ. ΙΑ.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. ΙΑ.
Not analysed yet
Ὅτι διακονητέον τῆ τοῦ πλησίον σωτηρίᾳ. Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιων. Τοῦ Χρυσοστόμου. Καὶ πῶς χρὴ ἐπιστρέφειν ; καθάπερ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα, καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς κατασκευῆς· κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς ὄρνισιν ἔσπειραν καὶ τοῖς σπερμολόγοις ὀρνέοις πᾶσιν· οὕτω καὶ ἡμεῖς, ἃν μὴ τῇ συνεχεῖ μηνήμῃ τὰ καταβληθέντα περιστείλωμεν· καὶ γὰρ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥαθυμία ἀπόλλυσι· καὶ ὁ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι πνίγουσι. ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰς ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς. πᾶσαν λύμην κωλύοντα καὶ ἀποτειχίζοντα καὶ ἀναιροῦντα· ἀλλ’ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ᾿ εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ τῶν μαθητῶν. ἡμῶν μὲν οὖν ἐστὶ καταβάλλειν τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα. Τοιοῦτον τὸ ἐν τῷ Ἱερεμίᾳ εἰρημένον, φησι, “καὶ ἐὰν ἐξαγάγῃς “τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσται· ἐάν, φησι, εἷς τῶν ἀπολλυμένων διὰ τὴν κακίαν εὐτελῶν σωθῇ διὰ τῶν σῶν λόγων· ἔντιμος ἔσῃ διὰ τοῦτο παρ’ ἐμοί· στόμα γίνεται Θεοῦ πᾶς ὁ τοὺς αὐτοῦ λόγους ἀπαγγέλλων· “οὐ γὰρ ὑμεῖς ἐστέ,’’ φησι, “οἱ “λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν.’’ Ὅτι διακονητέον τῇ τοῦ πλησίον σωτηρίᾳ.