Ancient Greek · ~16 min
ΚΕΦ. Ι.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. Ι..1
Not analysed yet
Παραινέσεις ἰδικαὶ ἑκάστῳ προσήκουσαι μετὰ πίστεως. Κακοπαθεῖ τὶς ἐν ὑμῖν; προσευχέσθω. Ἐν θλίψει τὶς διάγει; παρακαλεῖτο τὸν Θεόν. Εὐθυμεῖ τίς ; ψαλλέτω. Ἐν χαρᾷ διάγει τίς; ἀνυμνείτω αὐτόν. Ἀσθενεῖ τὶς ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ. ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Ἐρώτηειε Μαξίμου. Πολύ Ἰσχύει Δέησισ Δικαίου ἐνεργουμένη. Τί Ἐστιν Ἐνεργουμένη: ; Κατὰ δύο τρόπους ἐνργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ’ ἕνα μὲν, ὁπόταν μετὰ τῶν καθ’ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιῆσαι προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος· καὶ μὴ μόνον ἐν ψιλῷ λόγῳ, διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ’ ἐνεργὸν καὶ ζῶσαν τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην· εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ’ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν ἐνεργουμένην ταῖς ἐντολαῖς· καθ’ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος, τὰ ἔργα τῆς εὐχῆς διαπράττηται, τόν τε πρότερον διορθούμενος βίον, καὶ τὴν δέησιν ἰσχυρὰν ποιούμενος τοῦ δικαίου διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην· οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως τοῦ ταύτης χρήζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν· ἱν· ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ· ἀλλ’ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελήματος διόρθωσιν· διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν ἑαυτοῦ θεράποντα, φησὶ πρὸς αὐτόν· “ἕως πότε σὺ πενθεῖς ἐπὶ “Σαοὺλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; ”Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος, ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος· οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν· ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεὸς φησὶ, “καὶ σὺ μὴ προσεύχου “περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου ἐλεηθῆναι αὐτούς· καὶ μὴ “εὔχου, καὶ μὴ προσέλθῃς περὶ αὐτῶν· ὅτι οὐκ εἰσακούσομαι “σου.’’ πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι’ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδυνόμενον, κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἶς ἐγκαυχᾶται κατ’ ἐνέργειαν προθέσει σπιλούμενος· δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται· ἀλλ’ ἐνεργὸν ποιεῖν καὶ ἰσχυρὰν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην, καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον. εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου· εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις. ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη, δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα· ὑπὸ δὲ τοῦ ταύτης αἰτουμένου τὸν δίκαιον, τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησι, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῶ τὴν διάθεσιν. Ἠλίας ἄνθ’ ῥῶπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν ἀύτης. Τοῦ Χρυσοστόμου. Ἴνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι u ἐπὶ τὸν δημιουργὸν φθάσωσιν· ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς σωτηρίας γένηται. οὐδὲν γάρ, φησι, δύναται παιδεῦσαι, εἰ μὴ λιμὸς, ἵνα κἂν οὕτω παιδευόμενοι, ἐπὶ τὸν πάντων κτίστην χωρήσωσι. Καὶ μετ’ ὀλίγα—Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθὺς ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκοῦς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινώσας· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο· ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου καθάπερ πυρετὸς λάβρος εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, καὶ πάντα ἠρημοῦτο, καὶ ἠφανίζετο. Θεοδωρήτου. τολμηρόν ἐστι τὸ κατὰ τῶν πνευματικῶν ἀνδρῶν ληίζεσθαί τι τὸ παράπαν μὴ καλῶς εἰρημένον· οὐκ ἀπονοίας τοίνυν οὐδὲ ἐπιδείξεως τὸ εἰρημένον· προφήτης γὰρ ἦν, καὶ προφητῶν ὁ κορυφαῖος, καὶ τῷ θείῳ πυρπολούμενος ζήλῳ· ταῦτα τοῦ θείου πνεύματος ἐνεργοῦντος εἴρηκεν ὁ προφήτης· ὅθεν καὶ τὸ πέρας εἴληφεν.