Ancient Greek
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 11
Not analysed yet
Οὐαὶ αὐτοῖς· ὅτι τῆ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Καὶ αὐτοὶ γὰρ ἀδελφοκτόνοι εἰσὶ, δι’ ὧν διδάσκουσι, τὰς τῶν ἀπατωμένων ἀποκτειννύντες g ψυχάς· ὅρα δὲ πῶς τὴν ὑπερβολὴν τῆς ἀσεβείας αὐτῶν δείκνυσιν· οὐ γὰρ ἠρκέσθη παραβαλεῖν αὐτοὺς Καῒν h τῷ ἀδελφοκτόνῳ· ὡς καὶ αὐτοὶ διὰ τῆς μυσαρᾶς αὐτῶν σπερμοσφαγίας i, τὸν δυνάμει ἄνθρωπον καὶ ἀδελφὸν ἀποκτειννύουσιν, ἀλλὰ καὶ τῷ Βαλαὰμ καὶ τῷ Κορέ· τῷ μὲν Κάϊν διὰ τὴν προειρημένην αἰτίαν· τῷ δὲ Βαλαὰμ, ὅτι κέρδους χάριν ἦλθε καταράσασθαι τὸν λαὸν τοῦ Θεοῦ· εἰ καὶ τὴν γλῶσσαν k αὐτοῦ εἰς εὐλογίαν ἔστρεψεν ὁ Θεός· τῷ δὲ Κορὲ, ὅτι διδασκαλικὸν ἀξίωμα ἥρπασεν, εἰς ὃ αὐτὸν 1 οὐκ ἔταξεν ὁ Θεός· ὡς γὰρ ὁ Ἀπόστολος λέγει, “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ “τοῦ Θεοῦ· ἅμα δὲ καὶ διδασκόμεθα ποῖον καὶ τούτων τὸ τέλος διὰ τῆς τιμωρίας ἐκείνων, οἷς αὐτοὺς καὶ ὡμοίωσεν. τὸν μὲν Ἀδὰμ, ἐξέβαλεν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καὶ κατῴκησεν ἀπέναντι m τῆς τρυφῆς τοῦ παραδείσου n, καὶ οὐκ ἐν γῆ Ναίδ’· τὸν δὲ Κάϊν οὔτε ἐξαπέστειλεν ὁ Κύριος o ,οὔτε ἐξέβαλεν· ἀλλ’ αὐτὸς ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου p. χρήσῃ q δὲ τῇ συγχωρήσει r τῶν ῥημάτων ἐν καιρῷ ποτὲ, ἐπ’ ἂν ὁ μέν τις ἐπιδικαζομένης s τῆς Ἐκκλησίας μὴ ἑκὼν αὐτῆς ἐξέρχεται ὡς ἐπὶ Ἀδὰμ, ἐν τῷ ἐξαποστέλλεσθαι ἐπιτιμητικῶς καὶ παιδευτικῶς ἀπὸ τῶν προεστηκότων t αὐτῆς· ὁ δὲ ὡς αὐθάδης καὶ καταφρονητὴς ὡς Κάιν· καὶ ἀποστάτης ἐξέρχεται πολλάκις, ἔσθ’ ὅτε καὶ παρακαλούμενος ὑπὸ τῶν νουθετούντων τοὺς ἀτάκτους· παραμυθουμένων u τοὺς ὀλιγοψύχους· ἀντεχομένων x τῶν ἀσθενῶν· ἐρεῖς γὰρ ὅτι οὗτος ὁ ἑκὼν καταλιπὼν τὴν Ἐκκλησίαν, καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν· θελήσας ἐκ τοῦ πονηροῦ γενέσθαι· καὶ διὰ τοῦτο ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ ὁ ἐξελθὼν δὲ μοχθηρᾷ y προαιρέσει καὶ βίῳ ἐπιλήπτῳ z καὶ δόγμασιν ἐναντίοις, ἀπὸ τῆς Ἐκκλησίας ἐξῆλθεν, ὡς Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάντως ὁ τοιοῦτος a οἰκεῖ ἐν τῇ γῇ Ναίδ’ κατέναντι Ἐδὲμ, ἐναντιούμενος τοῖς δόγμασι τοῦ παραδείσου τῆς τρυφῆς· Ναίδ’ δὲ ἑρμηνεύεται σάλος· ὁ οὖν φυγὰς ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἔξω γενόμενος αὐτοῦ, ποῦ ἃν οἰκήσει b, ἣ ἐν σάλῳ χειμαζόμενος καὶ κυματούμενος ὑπὸ τοῦ σάλου τῶν παθῶν ;