Ancient Greek · ~3 min
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 10
Not analysed yet
Οὗτοι δὲ, ὅσα μὲν οὐκ οἴδασι, βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. Περὶ μὲν δόγματός, φησιν, ἀγνοοῦντας τὴν ἀλήθειαν, βλασφημοὺς ἑαυτοῖς συντιθέασι λόγους· περὶ δὲ ἡδονὰς οὕτως ἔχουσιν, ὡς μηδὲν ἀλόγων ζώων διαφέρειν, ἀλλ’ ἢ ἵππους θηλυμανεῖς νομίζεσθαι, ἣ χοίρους τῷ βορβόρῳ τῆς ἀσωτίας d κυλινδουμένους. Tελευτήσαντος ἐν τῷ ὄρει Μωϋσέως e, ὁ Μιχαὴλ ἀποστέλλεται μεταθήσων τὸ σῶμα, εἶτα τοῦ διαβόλου κατὰ τοῦ Μωϋσέως βλασφημοῦντος, καὶ φονέα ἀναγορεύοντος διὰ τὸ πατάξαι τὸν Αἰγύπτιον, οὐκ ἐνεγκὼν τὴν κατ’ αὐτοῦ βλασφημίαν ὁ Ἄγγελος, “ἐπιτιμήσαι σοι ὁ Θεὸς πρὸς τὸν διάβολον ἔφη· ἔστιν οὖν ἔνδειξις τὸ εἰρημένον ὑπερβολῆς κακίας τῶν κατηγορουμένων· ὅπουγε Ἀρχάγγελος μὲν οὐδὲ ἀνδρὸς βλασφημουμένου ἤνεγκεν· οἱ ἐπὶ τὸν ἐπὶ πάντων βλασφημοῦσι Θεόν.